# In Platonis Timaeum Commentaria 2.59.1

Proclus, In Platonis Timaeum Commentaria, 2.59.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.59.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.59.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32B] οὐτος τῆς διανομῆς, ἐπεστήσαμεν· ὁ γὰρ Πλάτων [38D] ὑπὲρ σελήνην εὐθὺς τάττει τὸν ἥλιον, ἔπειτα Ἀφροδίτην καὶ ἐπὶ ταύτῃ τὸν Ἔρμην· δεῖ δ’ οὖν ἐννοεῖν, ὅτι καὶ ἐν ἑκάστῃ σφαῖρᾳ πάντα ἐστίν, ὅπου καὶ ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις ἕκαστον μετέχει καὶ τῶν λοιπῶν· καὶ γὰρ τὸ πῦρ γῆς· εὐκίνητον γὰρ ὅν τάχιστα ἂν διαφορήθῃ μηδεμιᾶς μετασχόν ἐδραιότητος. καὶ ἡ γῇ τοῦ πυρός· δυσκίνητος γὰρ οὖσα δεῖται τοῦ ἀναζωπυροῦντος καὶ ἀναθάλποντος αὐτὴν θερμοῦ. ὅπου τοίνυν καὶ ἐν τούτοις οὕτως, πῶς οὐχὶ πολλῷ μᾶλλον ἐν ἐκείνοις πάντα ἐστὶ καθ’ ἑκάστην σφαῖραν, εἰ καὶ τὰ μὲν πυρὸς πλείονος, τὰ δὲ ἀέρος, τὰ δὲ ὕδατος, τὰ δὲ γῆς μετεῖληφεν; πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι τῶν στοιχείων ἄλλως μὲν ὡς ἄμιγῶν νοουμένων, ἄλλως δὲ ὡς μεμιγμένων, καὶ τῆς μὲν πρώτης αὐτῶν μίξεως τὸν οὐρανὸν ποιούσης ἔχοντα πάντα πυρίως, ἐν ᾧ πάντων αἱ ἀκρότητές εἰσι, τῆς δευτέρας δὲ τὸ ὑπὸ σελήνην, ἐν ᾧ πάντα μέσως ἐστὶ τῆς δὲ ἐσχάτης τὰ ὑπὸ γῆν, ἐν οἷς αἱ ὑποστάθμαι πάντων εἰσί· Πυθιαλεγέθων, φασί, καὶ Ἀχέρον, Ὠκεανός τε καὶ Κωκυτός· ἔξεστι λέγειν, ὅτι καὶ τέτταρα τὰ πανταχοῦ στοιχεῖα τὰ ἄμιγῃ καὶ πέντε, τοῦ μὲν οὐρανοῦ παντὸς ὡς ἑνὸς ληφθέντος, τῶν δὲ τελευταίων ἐν τῇ γῇ περιεχομένων. ἀλλὰ τὰ μὲν πέντε στοιχεῖα τοῦ κόσμου λέγεται στοιχεῖα, διότι δή συμπεπλήρωται ἀπ’ αὐτῶν ὁ κόσμος, τὰ δὲ τέσσαρα στοιχεῖα καὶ τούτων ἑκάστου στοιχεῖα ῥηθήσεται· καὶ γὰρ ὁ οὐρανὸς ἐκ τούτων καὶ ἡ γένεσις. ἔστιν ἄρα καὶ πέμπτης οὐσίας ὁ οὐρανὸς παρὰ ταῦτα τὰ τέσσαρα, σύμμικτα ὄντα ἐκ τῶν ἀπλῶν· ἐν αὐτῷ γὰρ οὐ ταῦτά ἐστιν, ἀλλ’ αἱ ἀκρότητες αὐτῶν καὶ τέσσαρα τὰ στοιχεῖα πάντων τὰ ἄμιγῃ καὶ ταῖς οἰκείαις μορφαῖς ἀλλήλων ἀφωρισμένα. καὶ ταῦτα τῷ τε Πλάτωνι συμφωνοτάτα ἐστι, νῦν μὲν λέγοντι τὸν οὐρανὸν ἐκ τῶν τεττάρων εἶναι στοιχείων ἀναλογίᾳ συνδεδεμένων καὶ ὅλον τὸν κόσμον συνεστάναι, μικρὸν δὲ ὕστερον τὰ πέντε σχήματα πλάττοντι καὶ πέντε κόσμους ἀποκαλοῦντι (ταῦτα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
