# In Platonis Timaeum Commentaria 2.60.1

Proclus, In Platonis Timaeum Commentaria, 2.60.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.60.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.60.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32B] γὰρ καὶ πέμπτῃν οὐσίαν τῷ οὐρανῷ δίδωσι καὶ τὴν τῶν στοιχείων εἰσάγει τετρακτύν) καὶ τῇ ἀληθείᾳ συνερχόμενα· πάντα γὰρ ἐστὶν ἐκεῖ πυρίως· διὸ καὶ ἁπλοῦν σῶμα ὁ οὐρανὸς καὶ ἄλλο παρὰ τὰ τῆδε καὶ πάντα περιέχει, καὶ ἄλλα τὰ ἐκεῖ τῶν ὄντως ἐνύλων τῶν τῆδε ὀγκῶν. οὐτ’ οὖν πᾶσαν γῆν βαρείαν οὔτε πᾶν πῦρ κοῦφον εἶναι συγχωρήσομεν, ἀλλὰ τὰ μὲν ὑπὸ σελήνην ἴσως τοιαῦτα, τὰ δὲ ἐν οὐρανῷ τρόπον ἕτερόν ἐστιν· ἡ γὰρ ἐκεῖ στερεότης καὶ τὸ μόνιμον ἀπὸ γῆς. οὐκοὐν καθ’ ὅλην ἑαυτὴν ἑκάστη κινεῖται τῶν σφαιρῶν. τὸ δὲ φῶς καὶ τὸ εὐκίνητον ἀπὸ πυρός, τὸ δὲ συνεκτικὸν καὶ τὸ διαφανὲς ἀπὸ ἀέρος, τὸ δὲ ὀμαλὲς καὶ λεῖον ἀπὸ ὕδατος. ὅτι δὲ καὶ ὁ Πλάτων ἡμῖν δίδωσι τούτων ἀφορμὰς, δείκνυσι σαφῶς μικρὸν προελθὼν ἐν οἷς φησιν [32 CD]· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ ξυνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἐξωθεν ἀπολείπων· οὐ γὰρ εἶπεν ἐκ πυρὸς ἁπλῶς ἢ ὕδατος, ἀλλ’ ἐκ πυρὸς παντὸς καὶ ὕδατος παντός, δι’ ὧν ἐνδείκνυται πολὺ μὲν εἶναι τὸ πῦρ καὶ διαφέρον ἐν τῷ παντί, πολὺ δὲ τὸ ὕδωρ καὶ κατ’ οὐσίαν ἐξαλλαττόμενον. καὶ μὴν καὶ ἡ τῶν Ἀσσυρίων θεολογία τὰ αὐτὰ παραδίδωσι θεόθεν ἐκφανθέντα· καὶ γὰρ ἐν ἐκεῖνοις ὁ δημιουργὸς τὸν ὅλον κόσμον λέγεται ποιεῖν ἐκ πυρός, ἐξ ὕδατος καὶ γῆς καὶ παντρόφου αἰθήρης, καὶ ὁ ποιητὴς ὡς αὐτουργῶν τεκταλνεσθαι τὸν κόσμον· καὶ γὰρ τις πυρὸς ὀγκος ἦν ἕτερος τάδε πάντα αὐτουργῶν, ἵνα σῶμα τὸ κοσμικὸν ἐκτολυσπευθῇ, κόσμος ἦν’ ἐκδηλος καὶ μὴ. φαίνθη’ ὕμενώδης, ὁ ταύτῳ τῷ ἵνα μὴ ἴχνος μόνα φέρη τῶν εἰδῶν ἀμυδρὰ καὶ ἀσθενή· τὸ γὰρ ὕμενώδες τὸ ἀδιάφθαρτον σημαίνει τῶν ὅλων. ὁ δ’ οὖν εἴπομεν, ὅτι καὶ τὰ λόγια τὸ πᾶν ἐκ τῶν τεττάρων ἀπογενιζ στοιχείων μαρτυροῦντα τῇ παραδόσει τοῦ Πλάτωνος. περὶ μὲν οὖν τῆς τῶν φιλοσόφων κατὰ τοῦτο.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
