# In Platonis Timaeum Commentaria 2.69.3-2-29

Proclus, In Platonis Timaeum Commentaria, 2.69.3 to 2.69.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.69.3-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.69.3-2

γένοιτο γὰρ ἂν ἐκ τοῦ ἔξω καὶ ἄλλος· διὰ τί γὰρ ἐκ μὲν τούτων ἕν τι γέγονεν, οὐδὲν δὲ ἐξ ἐκείνων γένοιτό γ’ ἂν; εἴτε μηδὲν ἐστιν ἔκτός, εἰς ὁ κόσμος. καὶ πάλιν, εἰ αἰδίος ὁ κόσμος, οὐκ ἔστιν ἔξω σῶμα τοῦ παντὸς ὁμογενὲς τοῖς ἐν αὐτῷ στοιχείοις· εἰ γὰρ εἴη τι, προσβάλλον αὐτῷ λυπήσει καὶ διαλύσει τὸ πᾶν· ἔξω γὰρ ὅν ἀλλότριον ἂν εἴη τοῦ κό- σμου, ἀλλότριον δὲ ὅν ἐνοχλήσει τὸ πᾶν. καὶ εἰ μηδὲν ἐστιν ἔκτός, αἰδίος ὁ κόσμος· οὐ γὰρ ἔχει τὸ φθαρτικόν. καὶ ἡ μὲν ἀληθὴς ὑπόμνησις τῆς τε μονότητος καὶ τῆς αἰδιό- τητος καὶ τῆς τελειότητος τοῦ παντὸς ἀπὸ τοῦ παραδείγ- ματος εἴληπται πρότερον· ἐκεῖνο γὰρ ἦν παντελὲς, μονοειδές, αἰώνιον, τὸ μὲν διὰ τὸ ἕν ὂν, ἀφ’ οὗ τὸ μονογενές, τὸ δὲ διὰ τὸν αἰῶνα, ἀφ’ οὗ τὸ αἰδίον, τὸ δὲ διὰ τὸ περιέχειν αὐτὸ πάντα τὰ εἴδη τῶν νοητῶν ζώων· τοῦτο γὰρ ἴδιον λοιπὸν τοῦ παντελοῦς ζῷου. ἔστι δὲ τὸ μὲν παντελὲς τε- λείων αἴτιον, τὸ δὲ μονοειδὲς μοναδικῶν, τὸ δὲ αἰώνιον αἰδίων, ἐπειδή πᾶν τὸ παράγον ὅμοιον ἑαυτῷ παράγει τὸ δεύτερον, καὶ μάλισθ’, ὅταν κατ’ οὐσίαν ποιῇ καὶ ἔχῃ τὴν ἐνέργειαν οὐσίαν. δείκνυται δὲ ὅμως καὶ ἀπὸ τούτων ὡς ὀλικῶν αἰτίων ἕκαστον τούτων· εἰ γὰρ μηδὲν ἔξω τοῦ παν- τός, εἰ πάντα τὰ οἰκεῖα μέρη συνείληφε, *** τέλειόν ἐστιν, αἰδίων ἐστιν. ἀπορήσειε δ’ ἂν τις, πῶς ἀπὸ τῆς αἰδιότητος ἐπιχειρήσας ἔφατο μηδὲν ὑπολειφθῆναι τοῦ παντὸς ἔξω· καὶ γὰρ ἄλλα ἐστὶν αἰδία, καὶ ἔστι τι αὐτῶν ἔκτός, ὥσπερ τῶν οὐρανίων. ἢ τούτων καὶ ἔκτὸς ἂν εἴποις εἶναι τὰ ἄλλα καὶ οὐκ ἔκτός· ὡς μὲν διωρισμένα κατὰ φύσιν, ἔκτός, ὡς δὲ συμπαθῆ πρὸς αὐτὰ καὶ ὑπὸ μιᾶς αὐτοῖς περιεχόμενα φύ- σεως κυριωτέροις οὖσι μορίοις, οὐκ ἔκτός. εἰ δὲ τι τοῦ παντὸς ἦν ἔξω, μόνως ἂν ἦν ἔξω, μηδεμίαν ἔχον συμπά-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
