# In Platonis Timaeum Commentaria 2.71.1-2-30

Proclus, In Platonis Timaeum Commentaria, 2.71.1 to 2.71.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.71.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.71.1-2

γενές, οὐδὲν ἔχει ἔκτος, πάλιν ἡ αὐτὴ ἔνστασις· καὶ ὁ τρό- πος τῆς λύσεως, ὅτι τὸ ἐξαιρετον εἴληπται μονογενὲς τοῦ παντός, ὁ μηδὲν ἔχει σύζυγον· τὸ δὲ εἰ παντελές, οὐδὲν ἔχει ἔκτος, αὐτόθεν ἐπὶ μόνου τοῦ παντὸς ἀληθές· καὶ εἰεν 5 ἂν αἱ ἀποδείξεις τοιαῖδε τινές· τὸ πᾶν μονογενές· εἰ δὲ μονογενές, οὐδὲν ἂν ἔχοι ἑαυτοῦ ἔκτος, ἐξ οὗ ἂν ἄλλο γέ- νοιτο τοιοῦτο. τὸ πᾶν ἄλυτον· εἰ δὲ ἄλυτον, οὐδὲν ἄλλό- τριον τῶν ἐξ ὧν ἐστίν εἴη ἂν αὐτοῦ ἔκτος. τὸ πᾶν παν- τελές· εἰ δὲ παντελές, οὐδὲν αὐτοῦ ἐστὶν ἔκτος· παντελὲς 10 γὰρ τὸ μηδὲν ἔλλειπον. διὸ καὶ Ἀριστοτέλης μόνως τέ- λειόν φησι τὸ πᾶν, τὰ δὲ ἐν αὐτῷ πάντα ἄτελη, μέρη ὄντα τοῦ παντός. ταῦτα μὲν οὖν ἐστίν, ὡς συνελόντι φάναι, περὶ ὧν ποιεῖται τοὺς λόγους· εἰ δὲ βούλει, καὶ αὐτὴν τὴν λέξιν ἐπιδράμωμεν. Τῷ μὲν οὖν τάδε διανοηθεὶς τὴν 15 διηρημένην ἐν τῷ δημιουργῷ νόησιν ἀνειλίττει διάνοιαν αὐ- τὴν ὀνομάζων, ἐπειδὴ διανοητικῶς αὐτὴν αἱρεῖ καὶ οὐ δι’ ἀπλῆς ἐπιβολῆς· καὶ γὰρ τὸ πολυσχιδὲς τῶν τῆς αἰτίας ἀπο- λογισμῶν διανοίας ἔργον ἐστί, νοῦ δὲ τὸ μονοειδὲς καὶ τὸ ἐν τῇ μιᾷ νόήσει τὰ πάντα περιειληφός. ἑαυτὸν οὖν κή- 20 ρυκα ποιήσας τῶν ἐν τῷ δημιουργῷ προειλημμένων αἰτίων τὴν ἑαυτοῦ διάνοιαν εἰς τὴν ἐκείνου μονοειδῆ νόησιν ἐπαν- ήνεγκεν. οὕτω δὴ καὶ τὰ λόγια τὰς μεριστάς τοῦ δημι- ουργοῦ νοήσεις διανοίας προσείρηκε· μετὰ δὴ πατρικὰς διανοίας 25 Ψυχὴ ἐγὼ ναίω θέρμη ψυχοῦσα τὰ πάντα. τὸ δὲ ὅλον ὅτι μάλιστα καὶ τὸ [τῶν] τέλειον ἐκ τε- λείων πρὸς τὴν ὁλότητα τὴν νοερὰν καὶ τὴν παντότητα τὴν νοητὴν ἔξομοιοῖ τὸν κόσμον· τὰ μὲν γὰρ μέρη κατὰ τὴν πρὸς τὸ ὅλον ἀναφορὰν λέγεται καὶ τέλεια ἀφ’ ἑαυτῶν οὐκ 30 ἐστίν, ἀλλὰ τὴν μὲν ὡς μερῶν ἔχει τελειότητα, τῆς δὲ ἀπλῶς 1 πάλιν — 4 ἔχει ἔκτος om Q 3 ἔχοι M 5 αἱ om Q

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
