# In Platonis Timaeum Commentaria 2.71.1

Proclus, In Platonis Timaeum Commentaria, 2.71.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.71.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.71.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32D 33A] γενές, οὐδὲν ἔχει ἔκτός, πάλιν ἡ αὐτὴ ἔνστασις· καὶ ὁ τρόπος τῆς λύσεως, ὅτι τὸ ἐξαιρετον εἰληπται μονογενὲς τοῦ παντός, ὁ μηδὲν ἔχει σύγκυον· τὸ δὲ εἰ παντελές, οὐδὲν ἔχει ἔκτός, αὐτόθεν ἐπὶ μόνου τοῦ παντὸς ἀληθές· καὶ εἰεν 5 ἂν αἱ ἀποδείξεις τοιαῖδε τινές· τὸ πᾶν μονογενές· εἰ δὲ F μονογενές, οὐδὲν ἂν ἔχοι ἑαυτοῦ ἔκτός, ἐξ οὗ ἂν ἄλλο γένοιτο τοιοῦτο. τὸ πᾶν ἄλυτον· εἰ δὲ ἄλυτον, οὐδὲν ἀλλότριον τῶν ἐξ ὧν ἐστιν εἴη ἂν αὐτοῦ ἔκτός. τὸ πᾶν παν- 10 τελές· εἰ δὲ παντελές, οὐδὲν αὐτοῦ ἐστιν ἔκτός· παντελὲς γὰρ τὸ μηδὲν ἔλλειπον. διὸ καὶ Ἀριστοτέλης μόνως τέλειόν φησι τὸ πᾶν, τὰ δὲ ἐν αὐτῷ πάντα ἄτελή, μέρη ὄντα τοῦ παντός. ταῦτα μὲν οὖν ἐστιν, ὡς συνελόντι φάναι, περὶ ὧν ποιεῖται τοὺς λόγους· εἰ δὲ βούλει, καὶ αὐτὴν τὴν λέξιν ἐπιδράμωμεν. Τῷ μὲν οὖν τάδε διανοηθεις τὴν 158 15 διηρημένην ἐν τῷ δημιουργῷ νόῳσιν ἀνελίττει διάνοιαν αὐτὴν ὀνομάζων, ἐπειδή διανοητικῶς αὐτὴν αἱρεῖ καὶ οὐ δι’ ἀπλῆς ἐπιβολῆς· καὶ γὰρ τὸ πολυσχιδὲς τῶν τῆς αἰτίας ἀπολογισμῶν διανοίας ἔργον ἐστί, νοῦ δὲ τὸ μονοειδὲς καὶ τὸ ἐν τῇ μιᾷ νοήσει τὰ πάντα περιειληφός. ἑαυτὸν οὖν κή- 20 ρυκα ποιήσας τῶν ἐν τῷ δημιουργῷ προειλημμένων αἰτίων τὴν ἑαυτοῦ διάνοιαν εἰς τὴν ἐκείνου μονοειδῆ νόησιν ἐπανἡνεγκεν. οὕτω δὴ καὶ τὰ λόγια τὰς μεριστάς τοῦ δημιουργοῦ νοήσεις διανοίας προσείρηκε· μετὰ δὴ πατρικὰς διανοίας 25 Ψυχὴ ἐγὼ ναίω θέσμῃ ψυχοῦσα τὰ πάντα. τὸ δὲ ὅλον ὅτι μάλιστα καὶ τὸ [τῶν] τέλειον ἐκ τελείων πρὸς τὴν ὁλότητα τὴν νοερὰν καὶ τὴν παντότητα τὴν νοητὴν ἔξομοιοῖ τὸν κόσμον· τὰ μὲν γὰρ μέρη κατὰ τὴν πρὸς τὸ ὅλον ἀναφορὰν λέγεται καὶ τέλεια ἀφ’ ἑαυτῶν οὐκ 30 ἐστιν, ἀλλὰ τὴν μὲν ὡς μερῶν ἔχει τελειότητα, τῆς δὲ ἀπλῶς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
