# In Platonis Timaeum Commentaria 2.72.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.72.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.72.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.72.1-2

B τελειότητός ἐστιν ἄμοιρα· τὸ δὲ πᾶν κυρίως ὅλον ἐστίν· ἄλλο γὰρ ἦν <τὸ> ὅλον ὁλικῶς, ἄλλο τὸ μέρος ὁλικῶς, καὶ τρίτον ἄλλο τὸ ὅλον μερικῶς, ἔσχατον δὲ τὸ μέρος μερικῶς. καὶ τὸ μὲν πᾶν ὅλον ὁλικῶς ἐστιν, ὡς ὅλον ἐξ ὅλων· ἑκάστῃ δὲ τῶν σφαιρῶν μέρος ὁλικῶς κατὰ δεύτερον εἶδος ὁλότητος· τὰ δὲ μερικὰ ζῷα ὅλα ἐστὶ μερικῶς· τρίτη γὰρ ὁλότης ἐν τούτοις, ἀλλὰ μετὰ τῆς μερικῆς ἰδιότητος· τὰ δὲ μέρη τούτων μέρη μερικῶς· μέρη γὰρ ἐστι μόνον. καὶ μὴν καὶ τὸ ἅτε οὐχ ὑπολειμμένον, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτ’ ἂν αἰτίας ἀπολογισμός ἐστι, δι’ ἣν εἰς ὁ κόσμος, ὁλικῆς δὲ αἰτίας· εἰ μὲν γὰρ εἴη τι ἐκτὸς τοιούτων, γένοιτ’ ἂν καὶ ἄλλος ἐξ αὐτοῦ κόσμος μείζων ἢ ἐλάσσων· οὐ γὰρ δὴ ἀκόσμητον ὁ δημιουργὸς αὐτὸ ἀφίησι· βούλεται γὰρ ἀγαθὰ πάντα εἶναι, φλαῦρον δὲ μηδέν. εἰ δὲ εἰς ὁ κόσμος, οὐδὲν τοιοῦτον, οἷά ἐστι τὰ ἐξ ὧν γέγονεν αὐτός, ἐστιν ἐκτὸς ὑπολειμμένον. καὶ μήποτε τοῦτο προσέθηκε διὰ τὰ οὐράνια καὶ ὅλως τὰ μοναδικά· καὶ γὰρ ταῦτα μοναδικά ἐστιν, οὐχ ὑπολειμμένων ἔξω αὐτῶν ἄλλων, ἐξ ὧν τοιαῦτα γέ- C νοιτο ἂν· ἕκαστον γὰρ ἐκ τούτων συνέστηκεν, ὃ τῷ μεγέθει καὶ τῇ δυνάμει καὶ τῷ πλήθει μόνον ἐστιν ἐκείνων συστατικά, ἄλλου δὲ οὐδενός· διὸ καὶ μοναδικὰ λέγεται, διότι ἐκ μόνων ἐκείνων μόνον συνέστηκεν, ἄλλο δὲ οὐδὲν οὐδὲ τῶν ἀπλῶν ἐστι τοιοῦτον κατὰ πάντα, οἷον τὸ ἕκαστον τούτων στοιχεῖον. καὶ τοῦτο Πλάτωνος ἦν τῆς ὑψηλονοΐας, ὅτι μόνον ἐκεῖνο φθείρεται ὑπὸ τῶν περιεστώτων, ὅπερ ἂν ἢ ἐκ τοιούτων, οἷα ἐκεῖνά ἐστιν, ὥστε εἶναι καὶ πυρὸς καὶ ἑκάστου στοιχείου τοσαύτας διαφορότητας, ὅσα ἐστὶ τὰ μοναδικά, ἐξ ὧν τὸ πᾶν, καὶ τὸν δημιουργὸν τοσαύτας ἰδέας ὑποστῆσαι τῶν ἀπλῶν, ὅσας ἔμελλε παράγειν τῶν συνθέτων, ὡς πάσας ἑνὸς τινος εἶναι συμπληρωτικὰς, καὶ ἄλλο ἐξ αὐτῶν γεγονέναι μηδέν. τὸ δὲ ἀγῆρων καὶ ἄνοσον πρόδηλον ἔχει τὴν αἰτίαν· καὶ γὰρ ἡ νόσος φύεται διὰ τὴν τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
