# In Platonis Timaeum Commentaria 2.73.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.73.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.73.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.73.1-2

ἐπεισιόντων ἀσυμμετρίαν, προσκρινομένων ἄλλων ἄλλοις τῶν ἐν ἡμῖν καὶ λυόντων τὴν ἀναλογίαν, ἣν ἔχει πρὸς τὰ λοιπά, ἐξ ὧν ἐσμεν, δι’ ἣν ἡ πλεονεξία καὶ ἡ ἔνδεια παρεισδύεται τῶν χυμῶν, καὶ τὸ γῆρας ἀσθενούσης ἐπιγίνεται τῆς φύσεως, ὥσπερ αὐτὸς ἔρει [81 CD] προελθών, πρὸς πολλὰ τὰ ἐξωθεν διηγωνισμένης καὶ ἄθλους ἐπ’ ἄθλους πολλοὺς ἐκπονησάσης· οὐ γὰρ ἄπονος αὕτη καὶ ἡ πέψις καὶ ἡ διοίκησις τῆς τροφῆς καὶ ἡ κάθαρσις καὶ πάντα ὅσα φύσεώς ἐστιν ἔργα. καὶ λάβοις ἂν ἐκ τούτων, ὅτι καὶ τῆς Παιωνίου σειρᾶς ὁ δημιουργὸς ἔχει τὴν πηγὴν, ἄνοσον καὶ ἄγηρων τὸν κόσμον ἀποτελῶν· δεῖ γὰρ εἶναι τὴν ὡς ἀληθῶς ὑγείαν πρὸ τῆς γινομένης, τὴν μόνως οὖσαν. τοιαύτη δὲ ἡ τοῦ παντός· ὅλως γὰρ εἰ ἡ τῆς συμμετρίας αἰτία τοῖς στοιχείοις ὑγεία ἐστίν, ἀνάγκη ταύτην ἐν τῷ παντὶ μάλιστα ὑπάρχειν, ἐν ᾧ καὶ ἡ μάλιστα συμμετρία τῶν πάντων στοιχείων· ὥστε καὶ ἡ ταύτης πηγὴ παρὰ τῷ δημιουργῷ πρῶτος ἐστί. καὶ ἔοικεν ἄλλη μὲν εἶναι <ἡ> σύνδρομος τῇ ἑκάστων συστάσει τῶν συνθέτων ὑγεία, δημιουργικὴ τις οὖσα, ἄλλη δὲ ἡ ἀνανεωτικὴ τῆς οὖσης ἢ σωζομένης ἔτι ἢ ἀπολομένης, ἐπὶ μὲν τῶν ἄλυτον ἔχοντων τὴν συνοχὴν σωζομένης, ἐπὶ δὲ τῶν λυτὴν ἀπολομένης· καὶ γὰρ τὰ ἄλυτα δεῖται τῶν ἀνανεούντων, ἅτε πεπερασμένα ὄντα καὶ δύναμιν ἔχοντα πεπερασμένην· ἀνανεοῦται γὰρ ἐκ τῶν ἀπειροδυνάμων. καὶ ἔστιν ἡ μὲν ἐνταῦθα τοῦ δημιουργοῦ πρόνοια περὶ τὸ πᾶν, ὅπως ἄνοσον ἔσται, τῇ συστάσει σύνδρομος τοῦ παντός· ἡ δὲ ἐν τῷ Πολιτικῷ [273 DE], καθ’ ἣν τῶν πηδαλίων ἐφαπτόμενος τοῦ παντὸς τὰ πεπονηκότα ἐν τῇ προτέρᾳ περιόδῳ ἐπανορθοῖ, παράδειγμα τῆς δευτέρας ὑγείας τῆς ἀνανεωτικῆς· διὸ καὶ οἱ θεολόγοι [Orph. frg. 272] τὴν μὲν εἰς Ἀσκληπιὸν ἀναφέρουσιν ὑγείαν, τὴν ἰατικὴν πᾶσαν τοῦ παρὰ φύσιν, εἴτε ἀεὶ τὸ παρὰ φύσιν ἀναστέλλουσαν εἴτε ποτέ, τὴν δὲ πρὸ Ἀσκληπιοῦ γεννῶσι τῇ δημιουργίᾳ συνυφεστῶσαν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
