# In Platonis Timaeum Commentaria 2.75.1

Proclus, In Platonis Timaeum Commentaria, 2.75.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.75.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.75.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32D 33A] περὶ παντὸς οὖν συστατοῦ λέγων εἰκῶς ὡς γνωρίμων πᾶσι καὶ θερμῶν ἐμνήσθη καὶ ψυχῶν· ἐστι γὰρ τι συστατὸν καὶ ἐκ τούτων καὶ πᾶσι γνωρίμων· διὸ καὶ ὡς γνωρίμων B τούτων ἐμνημόνευσεν. ἐπειδὴ δὲ οὐ πᾶν συστατὸν ἐκ τούτων, προσέθηκε καθόλου λοιπὸν καὶ ὅσα δυνάμεις ἔχει, καὶ εἰ μὴ θερμότητος καὶ ψυχρότητος· δεῖ γὰρ ἅπαν σῶμα φυσικὸν δύναμιν ἔχειν φυσικήν, καθ’ ἣν δυνήσεται ποιεῖν κατὰ φύσιν. εἰ οὖν καὶ τῷ κόσμῳ περιστηῆσεται σῶμα καὶ ὁμοῦν εἴτε ἀνόμοιον εἴτε ὅμοιον τισὶ τῶν ἐντός, εἰ μὲν ἀνόμοιον, ἐνοχλήσει· δεῖ δὲ τὸ ἅπαθὲς μὴ ἐνοχλεῖσθαι ἀπὸ ἀλλοτρίου καὶ οὐτινος· εἰ δὲ ὅμοιον, προσκρινόμενον ὡς ὁμοίῳ λύσει τὸν λόγον τῶν ἐν αὐτῷ στοιχείων, ἐξ ὧν ἐστι κατὰ τὸν κάλλιστον δεσμόν. τὰ μὲν οὖν καθ’ ἕκαστα τῶν λεγομένων τοιαύτην ἔχετω τὴν ἐξήγησιν. αὐτὸ δὲ καθ’ αὐτὸ σκεπτέον, πῶς οὐδὲν ἐστιν ἔξω τοῦ παντός. διὰ τί γὰρ ὁ δημιουργὸς ὁ τὴν ὕλην ὑποστήσας οὐχὶ καὶ πλειονας ὕλας καὶ πλείους κόσμους ἐδημιούργησεν; ἢ ὅτι καὶ οὗτος κατὰ τὴν ἐνάδα τὴν ἐν ἑαυτῷ τὴν ὕλην ὑπέστησε καὶ ἀεὶ ὤφιστησιν, ὥστε διὰ τοῦτο μίαν αὐτὴν εἰκῶς παρήγαγε, καὶ ὅτι τὰ πολλὰ διαφορὰς ἔχει τὰς ἀπ’ ἀλλήλων αὐτὰ διωριζούσας, ἀδιάφορον δὲ ὕλη καὶ ἄποιον· κἂν γὰρ πλείους C ὕλας λέγωμεν εἶναι τοῦδε τοῦ παντός, ἀλλὰ καὶ μίαν εἶναι φαμεν ἄνωθεν δι’ ὑφέσεως προιοῦσαν μέχρι τῆς ἐσχάτης ὑποστάμης, ἣν καὶ ὄντως ἀνεῖδεον εἶναι, τῆς ἀκρότητος τῆς ὕλης πολλὴν ἔχούσης πρὸς τὰ εἴδη συγγένειαν, ἐπεὶ καὶ πάντων τὰ ἀκρότατα συγγενέστατα τοῖς πρὸ αὐτῶν ἐστιν, ὥστε καὶ μίαν εἶναι καὶ οὐ μίαν τὴν διὰ πάντων διήκουσαν ὕλην αὐτὴν εἰς ἑαυτὴν ὁφισκάνουσαν. διὰ γε ταύτην οὖν καὶ τὸν κόσμον ἕνα παρήγαγεν αὐτὸν εἰς ἑαυτὸν ὑφεσιν ἔχοντα, καὶ ὅτι πᾶν τὸ τῷ εἶναι ποιοῦν ἐν αὐτῷ ὅν μίαν ἑαυτοῦ ποιεῖ εἰκόνα καὶ ἐν εἶδος ὅλον, καὶ μάλιστα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
