# In Platonis Timaeum Commentaria 2.76.1

Proclus, In Platonis Timaeum Commentaria, 2.76.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.76.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.76.1

66 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32 D 33 A] ἀκίνητον μένον· κινηθὲν γὰρ ἄλλα καὶ ἄλλα ποιεῖν δυνατόν. ἔτι δὲ ὅτι τὸ εἰς πλῆθος μερίζειν τὴν ποίησιν οὐκ ἔστιν δυνάμεως, ἀλλ’ ἀσθενείας, ἐν δὲ τῷ ἐνὶ περιλαμβάνειν τὸ πλῆθος καὶ διὰ τῆς μονάδος συνέχειν τὸν ὅλον ἀριθμὸν περιουσίας ἔστι θαυμαστής. εἰ τοίνυν ἡ ὅλη δύναμις ἔστιν ἐν τῷ δημιουργῷ, καὶ εἰ ἀκίνητόν ἐστιν αἴτιον, καὶ εἰ αὐτῷ τῷ εἶναι δημιουργεῖ, καὶ εἰ ἑαυτῷ γεννᾷ προσόμοιον, ἕνα καὶ ὅλον καὶ τέλειον ἀπογεννᾷ τὸν κόσμον. τί δέ; οὐχ οἷός τε ἔστιν ὁ δημιουργὸς πολλοὺς καὶ ἀπείρους κόσμους ἐπιτροπεύειν; ἢ δυνάμεως οὐκ ἔστι τὸ πλῆθος καὶ τὸ ἀπειρον, ἀλλὰ τὸ συνάγειν τὰ διηρημένα καὶ περατοῦν τὰ ἄπειρα· τοῦτο γὰρ ἔξομοιοῖ τὰ πράγματα τῷ ἀγαθῷ, πρὸς ὃ καὶ ὁ δημιουργὸς ἀνατείνει πᾶσαν τὴν ἑαυτοῦ ποίησιν. τοῦτο μὲν οὖν καὶ διὰ πολλῶν ἄλλων ἀποδείκνυται λόγων. ὅτι δὲ τὸ μὴ ὑπολειφθαι τοῦ παντὸς ἔκτος, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτο ἂν, θαυμαστῶς ἡμᾶς ἐπέστησε καὶ ἕκαστον τῶν μοναδικῶν μόνον ἐκ μόνων εἶναι τῶν ἀπλῶν, ἐξ ὧν ἔστι, καὶ μὴ εἶναι ἔκτος αὐτοῦ ἄλλα τούτοις ὅμοια, ἐξ ὧν ἄλλο γένοιτο ἂν τοιοῦτον, μάθοιμεν ἂν ἰδόντες, ὅτι παντοίαν ἀνισότητα τοῖς σπέρμασι τῶν σωμάτων ὑπάρχειν φησί, καὶ διὰ τὴν ἀνισότητα ταύτην καὶ πυρὸς εἶναι καὶ ἕκάστου διαφορὰς ἀπεριλήπτους· καὶ διὰ ταῦτα μὴ πᾶν πῦρ ὅμοιον εἶναι πρὸς πᾶν πῦρ, εἰ καὶ κοινὸν πᾶσι τὸ ὁρατόν, διὸ καὶ εἶναι τι πῦρ μὴ κᾶον, καὶ τοῦτο συμχρότητι καὶ μεγέθει παντοῖον τῶν στοιχείων, ἐξ ὧν ἔστι· τὸ δ’ αὐτὸ καὶ ἐπὶ πάντων. ἕκαστον οὖν μοναδικὸν ἐκ πάντων ἔστι τοιούτων, ἃ ἐν αὐτῷ μόνῳ ἔστιν, ἐν ἄλλῳ δὲ οὐδενὶ τῶν πάντων· διὸ οὐ προσκρίνεται τι αὐτοῖς ἔξωθεν οὐδὲ συμφύεται. τοῦτο δ’ ἂν λάβοις καὶ ἀπὸ τῶν τῆδε σωμάτων· οὐ γὰρ ὑπὸ παντὸς τρέφεται, ἀλλὰ ὑπ’ ἄλλων ἄλλα, διὰ τὸ μὴ πάντα ὅμοια εἶναι τοῖς στοιχείοις, ἐξ ὧν ἔστιν· ὅφ’ ὧν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
