# In Platonis Timaeum Commentaria 2.76.3-2.77.25

Proclus, In Platonis Timaeum Commentaria, 2.76.3 to 2.77.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.76.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.76.3

1 ἄλλα καὶ ἄλλα καὶ ἄλλα M 3 παραλαμβάνειν Q 6 καὶ ἀεικίνητον M 10 ἢ ll. 11 τῷ συνάγειν P 14 ἀναδείκνυται P 21 s nolui ἕκαστον <στοιχείου> 21 ss cf. Tim. 58 C ss 22 καὶ om Q 24 καῖον P 25 παντοίων M 27 τοιοῦτον P αἱ Q 28 τι om Q 30 γὰρ MP: γὰρ πᾶν Q | cf. Tim. 81 A B δὲ τρέφεσθαι δυνατόν ἕκαστον, ὑπὸ τούτων καὶ μείζον γί- νεσθαι, τῶν εἰσιόντων τὰς τῶν ἐξιόντων χώρας καταλαμβα- νόντων. καὶ φθείρεται οὖν διὰ τοῦτο τὰ φθειρόμενα, διότι τοῖς ἐξ ὧν ἐστὶν ἐναντίοις οὐσίιν, ἐστὶν ἔκτὸς αὐτῶν ὅμοια, τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις, καὶ προστιθέμενα τοῖς οἰκείοις ἕκαστα φθορὰν ἐπάγει τοῖς συνθέτοις, λύοντα τὴν ἐν αὐ- τοῖς συμμετρίαν. ἐν μὲν οὖν τοῖς φθαρτοῖς ὁ λόγος ποιεῖ μάλιστα τὴν διαφορὰν, ἄλλος καὶ ἄλλος ὧν τῶν ἀπλῶν, ἐν δὲ τοῖς ἀλύτοις καὶ ἡ τῶν αὐτῶν διαφορὰ καὶ οἱ λόγοι τῆς συστάσεως αὐτῶν· διὸ καὶ ἄλυτα καὶ ὄντως μοναδικά, μόνα ἐκ μόνων ὄντα τῶν στοιχείων κατὰ λόγον ἕνα καὶ μίαν συμμετρίαν. ταῦτα μὲν οὖν ἐπὶ πλέον βασανιστέον· εὐρή- σομεν γὰρ οὐκ ἄλλως ἔχοντα βλέποντες εἰς τὰ πράγματα καὶ μὴ φωναῖς ἐπαναπαυόμενοι μόνοις, ὅπερ οἱ πολλοὶ πάσχον- τες ἀφάσσουσι περὶ τὴν τούτων θεωρίαν· ἡμῖν δὲ ἐπὶ τὰ τοῦ Πλάτωνος ἐξῆς ἰτέον. Διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἐν ὅλον ἐξ ὅλων ἀπάντων τέλεον καὶ ἀγῆρων καὶ ἄνοσον αὐτὸς ἐτεκτήνατο [33A]. Ἡ μὲν αἰτία μονοειδῶς περιέχει πᾶν τὸ ἀπογεννηθέν, ὁ δὲ λογισμὸς διηρημένως, ὥσπερ εἴρηται καὶ πρότερον [I 399, 19s]· ὥστε καὶ τὸ πᾶν ὡς μὲν ἕν ὅλον ὑπὸ τῆς αἰτίας περιείληπται καὶ κατὰ τὴν αἰτίαν γέγονεν, ὡς δὲ ἐξ ὅλων ἀπάντων ὑπὸ λογισμοῦ, καὶ ἕν μὲν ὑπὸ τῆς θεότητος τῆς δημιουργικῆς καὶ κατὰ τὴν ἕνωσιν τὴν θείαν, ὅλον δὲ κατὰ τὴν ὁλότητα τὴν συνεκτικὴν τῶν νοερῶν· ἐκείνης γὰρ ὀλι- κῶς ποιούσης ὅλον ἀπετελέσθη τὸ πᾶν· ἐξ ὅλων δὲ ἀπάν-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
