# In Platonis Timaeum Commentaria 2.80.1-2-30

Proclus, In Platonis Timaeum Commentaria, 2.80.1 to 2.80.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.80.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.80.1-2

τὸ μὲν γὰρ πᾶν, ὥσπερ ἐστὶν ἕν, οὕτω καὶ σχῆμα ἔχει τῇ ἑαυτοῦ μονώσει προσῆκον, τὸ σφαιρικόν· ὡς γὰρ αὐτὸς εἰς ὁ κόσμος, οὕτω καὶ τὸ σχῆμα αὐτοῦ μονοειδές. τῷ δὲ δη- μιουργῷ συγγενὲς τὸ σφαιρικόν, ὡς καὶ αὐτῷ νοερῶς ἐν αὐτῷ τὰ πάντα περιέχοντι. τῷ δὲ παραδείγματι, διότι πρώ- τως ἀπ’ ἐκείνου πρόεισι. προγονικὸν οὖν τὸ σχῆμα τοῦτο ἐστὶ τῷ κόσμῳ φανὲν μὲν καὶ ἐν αὐτῷ τῷ κρυφίῳ διακόσμῳ· τὸ γὰρ ἀπειρέσιον κατὰ κύκλον ἀτρύτως ἐφορεῖτο E κατ’ ἐκείνην εἴρηται τὴν τάξιν· ἐναργέστερον δὲ ὀφθὲν καὶ ἐν τῷ παντελεῖ ζῷῳ· τὸ γὰρ ὡρμήθη δ’ ἀνὰ κύκλον ἀθέσφατον περὶ ταύτης εἴρηται τῷ θεολόγῳ τῆς θεότητος· ἐστὶ δὲ μᾶλλον ἐν τοῖς νοεροῖς θεοῖς· ἐκεῖ γὰρ καὶ τὸ σχῆμα τὸ νοερὸν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές, ὡς ἐν Παρμενίδῃ [137DE] λέλεκται· καὶ ἔτι μετὰ τούτους τοὺς θεοὺς ἐν τῷ δη- μιουργῷ· νοῦς γὰρ καὶ οὗτος νοερός, καὶ τὸ πᾶν ἐστὶν οἰκείως ἐν αὐτῷ καὶ τὰς δημιουργικὰς δυνάμεις ὑποδέχεται παρὰ τῶν πρὸ αὐτοῦ θεῶν, ὅθεν καὶ σχημάτων ἀπάντων ἐγκοσμίων ἐστὶ δημιουργός. τί δέ; μετὰ τοῦτον ὁ πολυτίμητος Ἥφαι- στος οὐχὶ πάντα τὰ ἐγκόσμια σχηματίζει, τόν τε ὅλον οὐ- ρανὸν καὶ τὴν γένεσιν, πόρπας τε γναπτὰς Θ’ ἕλικας κάλυκας τε καὶ δόμους ἀπεργαζόμενος; καὶ πῶς γὰρ οὐκ ἔμελλε τὴν οὐσίαν τοῦ κόσμου τοῦ σωματικοῦ παράγων οὐχὶ καὶ σχῆμα δῶσειν ἐκά- στῳ τὸ πρέπον; ἀλλ’ οὗτος μὲν αὐτουργικῶς σχηματίζει τὸ πᾶν, ὁ δὲ δημιουργὸς τῇ βουλήσει μόνον· καὶ γὰρ ἡ αὐτουργία παρ’ ἐκείνῳ βούλησίς ἐστιν, καὶ ἡ ποίησις νόησις ἐστιν. ταῦτα μὲν οὖν ἀπὸ τούτων ἐπιχειροῦντες λέξομεν. διὰ τί δὲ συγγενὲς καὶ πρέπον τῷ παντὶ τὸ σφαιρικόν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
