# In Platonis Timaeum Commentaria 2.80.8

Proclus, In Platonis Timaeum Commentaria, 2.80.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.80.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.80.8

πόρπας τε γναμπτάς Θ’ ἕλικας κάλυκάς τε καὶ δόμους ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] ἐξηγούμενος ὁ Πλάτων ἐπήνυγκεν, ὅτι τὸ πάντων περιεκτικὸν δεῖ τοιούτων ἔχειν σχῆμα· τάχα μὲν ὅτι καὶ τῶν ἰσοπερι- F μέτρων στερεῶν ἡ σφαῖρα πολυχωρητότερον, ὡς φασιν οἱ τὰ μαθηματικὰ δεινοὶ καὶ ἡμεῖς μικρὸν ὕστερον 5 [p. 76, 7s] ἀναλεγόμενοι τὰ ἐκείνων ἐροῦμεν. τάχα δὲ ὅτι πᾶν μὲν πολύγωνον ἰσόπλευρον εἰς σφαῖραν ἐγγραφέσθαι δυνατόν, οὐ πᾶν δὲ πολύγωνον ἰσόπλευρον εἰς ἄλλο σχῆμα δυνατόν ἐγγραφείν, διόπερ ἡ σφαῖρα τῷ πάντα μέλλοντι περιέξειν οἰκειοτάτη· καὶ γὰρ τὰ πέντε σχήματα δυνατόν 10 εἰς αὐτὴν ἐγγραφείν. εἰ μὲν οὖν πρὸς τοὺς ὄγκους ἀποβλέποισ, πάντων τῶν ἰσοπερίμετρων οἱ ὄγκοι περιληφθήσονται ἐν τῇ σφαίρᾳ· οὐ γὰρ δὴ αὐτὰ τὰ ἰσοπερίμετρα 161 περιλαμβάνονται ὑπ’ αὐτῆς· εἰ γὰρ ἂν ἐλάσσονα τῆς σφαιρικῆς ἐπιφανείας· εἰ δὲ πρὸς τὰ σχήματα, πάντα ἐγγραφε- 15 σθαι δύναται ἐν αὐτῇ, ὅπερ ἐπὶ τῶν ἄλλων σχημάτων οὐκ ἀληθές. καὶ τοῦτο μᾶλλον οἰκεῖον τοῖς προκειμένοις, ἐπεὶ καὶ ὁ Πλάτων οὕτως εἶπεν, ὅτι τοῦτο πρῶτον ἐστὶ σχῆμα τῷ μέλλοντι περιέξειν πάντα τὰ σχήματα· καὶ γὰρ διὰ τῶν πέντε μέλλων σχημάτων σωματουργεῖν εἰκῶς ἀπέβλεψε πρὸς 20 τὰ μέλλοντα ὑπὸ τοῦ παντὸς περιέχεσθαι πάντα σχήματα. ὥστε δῆλός ἐστιν οὐ πρὸς τοὺς ὄγκους, ἀλλὰ τὰς τῶν σχημάτων ἐγγραφὰς ἀποβλέπων. ἔτι δ’ ἂν εἴποις τελειότερον, ὅτι τὸ τὰ πάντα μέλλον περιέξειν πάντων ὀφείλει τῶν ἐν αὐτῷ κρατεῖν· οὐ γὰρ ἂν ἄλλως αὐτῶν ὑπάρχοι περιληπτι- 25 κόν. τὸ δὲ πάντων κρατοῦν ἑαυτῷ τὰ πάντα ὅμοιοι· τῶν γὰρ ἀλλοτρίων καὶ τῶν ἀνομοίων οὐδὲν ἐστὶ κρατητικόν. τὸ δὲ πάντα ἑαυτῷ ὁμοιοῦν αὐτὸ ἑαυτῷ πολλῷ πρότερον ὁμοιότατον ἔσται, ἵνα μεταδιδῷ καὶ τοῖς ἄλλοις ὁμοιότητος. Β τὸ δὲ αὐτῷ ὁμοιότατον σῶμα ὂν σφαιρικόν ἐστι. τὸ ἄρα 30 πάντα περιέξον σῶμα ὂν σφαιρικόν ἐστι. τοῦτο ἄρα τὸ σχῆμα προσήκει τῷ κόσμῳ· τελειώτατόν τε γὰρ ἐστὶ καὶ ὁμοιότατον· τελειώτατον μὲν, ὡς πάντων περιεκτικὸν καὶ ὡς ἀκα-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
