# In Platonis Timaeum Commentaria 2.85.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.85.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.85.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.85.1-2

ἡ δὲ ἐλαχίστη κίνησις ἡ ταχίστη ἐστίν, ἡ δὲ περιφορὰ ταχίστη τῶν κινήσεων, εἰ τοῦτο, σφαιροειδὴς ὁ οὐρανός· τὸ γὰρ ταχυκινητότατόν ἐστι τὸ σφαιρικόν, διὰ τὸ ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ὡς φησι καὶ ὁ Ἐλεάτης Ξένος [Polit. 270 A]. ἔτι τῶν σωμάτων τὰ μὲν ἐστὶν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. τοῖς μὲν οὖν ἀνομοιομερέσιν ἀναγκαίως καὶ τὰ σχήματα ἀνόμοια παρὰ τῆς φύσεως ἀπονενέμῃται· τὰ γὰρ πολύγωνα καὶ ὅλως ἑγγώνια τοιαῦτα καὶ τὰ ἐκ πλειόνων ἐπιφανειῶν· τοῖς δὲ ὁμοιομερέσι τὰ ὅμοια κατ’ ἀξίαν προσήρμοσται. ἔστι δὲ ὅμοιον ἐν στερεοῖς ἡ σφαῖρα μόνον σχημάτων, ἐπεὶ τὰ ἄλλα πάντα ἀνόμοια· τὰ μὲν γὰρ ἔχει δύο ἐπιφάνειας, ὡς ὁ κῶνος, τὰ δὲ τρεῖς, ὡς ὁ κύλινδρος, τὰ δὲ τέτταρας, τὰ δὲ πέντε, τὰ δὲ πλείους, ὡς αἱ πυραμῖδες αἱ ἀπὸ βάσεων πολυγώνων τῶν ἐξῆς εὐτάκτων. εἰ τοίνυν ὁ αἰθὴρ ὁμοιομερῆς, τοῦ δὲ ὁμοιομεροῦς καὶ τὸ σχῆμα ὅμοιον, τὸ δὲ ὅμοιον ἐν στερεοῖς σφαιρικόν, ὁ ἄρα αἰθὴρ σφαιροειδὴς ἐστιν. οὕτω μὲν οὖν φυσικῶς ἐπιχειρήσομεν. Εἰ δὲ δεῖ καὶ μαθηματικαῖς ἀποδείξεσι πιέσαι τὸν λόγον, φέρε, συντόμως εἴπωμεν τὰ δοκοῦντα τοῖς ταῦτα σοφοῖς. πρῶτον μὲν οὖν ἐπιχειροῦσι κατασκευάζειν ἀπὸ τοῦ κατὰ παραλλήλων κύκλων φέρεσθαι τοὺς ἀστέρας, τοὺς τε ἀπλανεῖς καὶ πλανωμένους, ὅσῳ πρὸς τὸ βόρειον χωροῦμεν ἀεὶ τῶν τμημάτων ἀνιουμένων, ὥστε καὶ τινὰς τῶν κύκλων ἐφάπτεσθαι λοιπὸν τοῦ ὁρίζοντος, ἄλλους δὲ μηδὲ ἐφάπτεσθαι, τοὺς ἐλάσσους τῶν ἐφαπτομένων, καὶ τέλος εἶναι τι σημεῖον ἀκίνητον, περὶ ὃ πᾶσαν κινεῖσθαι τὴν περιφορὰν. ἔπειτα ἀπὸ τῶν νυχθημέρων ἀνίσων γιγνομένων κατὰ τὰς ἡλιακὰς ἐπὶ τὸ βόρειον ἢ νότιον κινήσεις. ἔπειτα ἀπὸ τῶν σκιῶν· πόθεν γὰρ ἀρχόμενος μὲν ἀνίσχειν ὁ ἥλιος καὶ δύνων βορειότερος ἡμῖν ἐστὶ τε καὶ φαίνεται τὸν καρκῖνον παραδεύων, ἐν δὲ τῷ μεσημβρινῷ γενόμενος ἐπὶ βορρᾶν πέμπει τὴν σκιὰν ἢ ἀπὸ τοῦ κατὰ κύκλον κινεῖσθαι τὸ πᾶν ἐγκεκλιμένον πρὸς τὴν ἡμετέραν οἴκησιν;

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
