# In Platonis Timaeum Commentaria 2.86.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.86.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.86.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.86.1-2

ἔτι δὲ ἀπὸ τοῦ τοὺς ἀστέρας μὴ κατὰ βάθος κινουμένους ἀεὶ φαίνεσθαι τὸ ἴσον ἔχοντας μέγεθος· εἰ γὰρ μὴ σφαιροειδὴς ἦν ὁ οὐρανός, ἀλλὰ κύλινδρος ἢ τι ἄλλο σχῆμα τοιοῦτον, ἔδει τὸν ἥλιον νοτιώτερον γινόμενον ἡμῖν ἐλάττω φαίνεσθαι διὰ τὸ ἄνισον τῆς ἀποστάσεως· ἀλλὰ οὐ φαίνεται τοιοῦτον οὐδέν. ἀπὸ τούτων μὲν οὖν, ὡς συλλήβδην εἰπεῖν, ἐπιχειροῦσιν οἱ ἀστρονόμοι. ὅτι δὲ καὶ ἡ σφαῖρα πολυχωρότατον τῶν ἰσοπεριμέτρων, ἀποδεῖκνυται παρ’ αὐτοῖς, καὶ ὅπως πάντα μὲν εἰς τὴν σφαῖραν ἐγγράφειν δυνατόν, οὐ πάντα δὲ εἰς τι τῶν πολυέδρων. καὶ οὐδὲν δεῖ μεταγράφειν ἡμᾶς τὰ παρ’ ἐκείνοις ἀποδεδειγμένα· πρὸς γὰρ τὸν δι’ ἐκείνων ἱκανῶς πεπαιδευμένον ποιοῦμεθα τοὺς λόγους· τοσοῦτον δὲ ὅμως ἱστορητέον, ὅτι τῶν ἰσοπλεύρων τε καὶ ἰσογωνίων καὶ ἴσην περίμετρον ἔχοντων τὸ πολυγωνότερον μείζον ἀποδείξαντες πρῶτον καὶ τὸν κύκλον ἐξῆς μείζονα τῶν ἰσοπλεύρων καὶ ἰσογωνίων, ἰσοπεριμέτρων δέ, δεικνύουσι καὶ τὴν σφαῖραν τῶν ἴσην ἐπιφάνειαν ἔχοντων στερεῶν σχημάτων ἐπομένως μείζονα καὶ διαφερόντως τῶν παρὰ Πλάτωνι λεγομένων πολυέδρων ἰσοπλεύρων καὶ ἰσογωνίων, τὰ μὲν χρώμενοι τοῖς παρὰ τῷ Εὐκλείδῃ δειχθεῖσι, τὰ δὲ τοῖς παρὰ τῷ Ἀρχιμήδει. καὶ, ὅπερ ἔφην, ἕξεστιν ἐκείνοις συγγενόμενον τὰς ἀποδείξεις ἀναλέγεσθαι· τάξομεν δὲ αὐτὰς καὶ ἡμεῖς ἐν τῷ μετὰ πᾶσαν τὴν πραγματείαν ἔχοντι τὴν συναγωγὴν τῶν πρὸς τὸν Τίμαιον μαθηματικῶν θεωρημάτων διὰ πλατυτέρων ἐφόδων ὧν τοῖς ὑπομνήμασιν ἐγκατασπείροντες γράφομεν, ἵν’ ἐξῆ τοῖς φιλοθεάμοσι καὶ τούτων ἔχειν ἠθροισμένα πάντα πρὸς τὴν τοῦ διαλόγου τῶν μαθηματικῶν ἕνεκα παντοίαν κατάληψιν. τῶν μὲν οὖν μαθηματικῶν ἄλις. Ἐπανιτέον δὲ ἐπὶ τὴν τοῦ Πλάτωνος λέξιν καὶ θεατέον, ὅπως ἕκαστον εἴρηται τῶν ῥημάτων. ὅτι μὲν οὖν καὶ ἐν τοῖς νοεροῖς τὸ σχῆμα μετὰ τὸ ὅλον ἐστί, καὶ ὡς εἰκὸς ὅλον ἀποδείξας τὸ πᾶν καὶ περὶ τοῦ σχή-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
