# In Platonis Timaeum Commentaria 2.86.3

Proclus, In Platonis Timaeum Commentaria, 2.86.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.86.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.86.3

7s contra p. 71, 3 πολυχωρητότερον 9 μὲν πάντα M ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] ματος αὐτοῦ κατὰ τὸ ἐξῆς ἀναδιδάσκει, πρότερον εἴπομεν [p. 68, 14ss]. ἐπειδὴ δὲ καὶ τοῦτο προέσειν εἰς τὸ πᾶν ἀπὸ τῆς δημιουργικῆς αἰτίας — διὰ τοῦτο δίδοςθαι φήσιν ἐκεῖθεν αὐτὸ — τὸ τε διδὸν δηλὸν ὅτι πλὴν τῷ πρότερον ἔχει τοῦτο, τὸ διδῶσιν ἄλλοις, ἔστιν ἄρα καὶ ἐν τῷ δημιουργῷ τὸ σφαιρικόν, ἀλλὰ νοερώς, ὥσπερ ἐν τῷ παντελεῖ ζῷῳ νοητῶς καὶ ἔτι πρὸ ἐκείνου κρυφίως. εἰ γὰρ δεῖ τὸ δοκοῦν εἰπεῖν, ὅπου νοῦς ἔστιν, ἐκεῖ καὶ τὸ ἰδίωμα τὸ σφαιρικόν· ἡ γὰρ νοερὰ ἐνέργεια τοιαύτην ἔχει τὴν οὐσίαν, ὁποίαν καὶ ὁ Ἀθηναῖος Ξένος [leg. X 898 AB] ἀπεῖκασεν· ἀλλ’ ὅπου μὲν ἡνωμένως καὶ νοητῶς, ὡς οἱ τὰ θεῖα σοφοὶ λέγουσιν, ὅπου δὲ νοητῶς μὲν, ἀλλὰ μετὰ διαιρέσεως πλείονος νοητῆς, ὅπου δὲ μετὰ παντοίας ποικιλίας νοερώς, ὅπου δὲ αἰσθητῶς μετὰ F διαστάσεως τὸ σφαιρικὸν θεωρεῖται, καὶ τοῦτο μὲν οὐδὲ ἀπλῶς ὀνομάζεται σφαιρικόν, ἀλλὰ σφαιροειδές, ὡς μίμημα ὂν τῆς νοερᾶς ἢ νοητῆς σφαῖρας· κύκλῳ γὰρ κινεῖται καὶ τὸ πᾶν, ὅτι νοῦν μιμεῖται, τὸ δὲ νοερόν ἢ νοητὸν πᾶν κυριώτατα ἄν εἴη σφαιρικόν, καὶ ἡ ὄντως ἀστρονομία περὶ ἐκεῖνα· τοῦτο γὰρ ἐστὶ τὸ οὐρανοῦ τε ὑπερ ἀστρονόμων. καὶ μὴν καὶ τὸ ἐκ μέσου πάντη πρὸς τὰς τελευταίας ἴσον ἀπέχον ὑπάρχει μὲν καὶ τῇ αἰσθητῇ σφαίρᾳ, διότι πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου τῆς γῆς εἰσὶν ἴσαι πρὸς τὰ πέρατα 163 τῆς σφαῖρας· τὸ γὰρ πάντη τοῦ κατὰ τὰς τρεῖς διαστάσεις ἐστὶ σημαντικόν. ὑπάρχει δὲ καὶ τῇ μαθηματικῇ· καὶ γὰρ ἐκεῖ μέσον ἐστὶ καὶ διαστάσεις ἴσαι πανταχόθεν. ὑπάρχει δὲ τῷ νῷ τρόπον ἕτερον· τὸ γὰρ εἰς ἑαυτὸ συννεῦειν καὶ τὸ κατὰ πᾶν εἶναι ἑαυτῷ μόριον οἷον ὁμόχρουν καὶ τὸ πρὸς τὸ ἓν τὸ ἑαυτοῦ πάσας ἐν αὐτῷ δυνάμεις συνημμένας ἔχειν, τοῦτό ἐστι τὸ ἐν τῷ νῷ σφαιρικόν. ἔτι δὲ ἄνωτέρω προιοῦν οὐδὲ διακρίναι λοιπὸν ἔξεις τὸ κέντρον ἀπὸ τῆς σφαῖρας διὰ τὸ ἄφρητον καὶ τὸ ἡνωμένον τῆς νοερᾶς ἰδιότητος. τὸ μὲν οὖν πάσας ἐκ μέσου πάντη τὰς εὐθείας ἴσας ἔχειν τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
