# In Platonis Timaeum Commentaria 2.9.1

Proclus, In Platonis Timaeum Commentaria, 2.9.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.9.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.9.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [prooemium] γὰρ ὅλη δημιουργία τῶν ὅλων ἐστὶ καὶ ὀλικῶν μερῶν, τὰ 140 δὲ ἄτομα καὶ ὄντως μερικὰ τοῖς νέοις παραδιδωσί θεοῖς, ἵνα μιμούμενοι τὴν τοῦ πατρὸς περὶ τὰ ὅλα πρόνοιαν καὶ αὐτοὶ περὶ τὰ καθ’ ἕκαστα τὴν ὁμοίαν ἐπιδείξονται δημι-ουργίαν καὶ ἀναλογίαν ποιήσονται πρὸς αὐτόν, ἣν αὐτὸς ἔχει πρὸς τὸ παράδειγμα τὸ νοητόν· νοερὸς γὰρ ὧν ὡς πρὸς ἐκεῖνο καὶ νοῦ τάξιν ἔχων ὡς πρὸς τὸν νοητὸν νοῦν αὐτὸς νοητὸς γίγνεται τοῖς ἐγκοσμίους θεοῖς. τριτῆς οὖν οὐσίας, ὡς ἐλέγομεν, τῆς δημιουργίας τῆς μὲν καθ’ ὁλότητα, τῆς 10 δὲ κατὰ τὴν εἰς ὅλα διαίρεσιν, τῆς δὲ κατὰ τὴν εἰς τὰ μέρη διαίρεσιν, τὴν μέσην ἡμῖν ὁ Πλάτων μέλλει παρα-διδόναί νῦν, ἔχων μὲν καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων ἀκό-λουθον τὴν τοιαύτην μετάβασιν, ἔχων δὲ καὶ ἀπὸ τῶν προειρημένων εὐκαιρον τὴν εἰς τοῦτο πρόοδον· ἐπειδή γὰρ 15 ξφὼν ἕν ὁρατὸν ἀφωρίσατο τὸν κόσμον πάντα τὰ κατὰ φύσιν συγγενῇ περιέχον ἐντός, ὅτι μὲν εἰς ἐστιν ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονάσεως ἀπέδειξεν [31A], ὅτι δὲ ὁρατὸν καὶ ὅτι τῶν συγγενῶν ἀπάντων περι-Bεκτικὸν ἢ καθ’ ὅλα τοῦ παντὸς διαίρεσις ἡμῖν ποιήσει κατα-20φανές· ἐὰν γὰρ εὕρωμεν, διὰ ποίαν αἰτίαν ὁρατὸς ὁ κόσμος, καὶ πῶς ἐν αὐτῷ πάντα τὰ στοιχεῖα συντέτακται καὶ διὰ τίνων ἀναλογιῶν, θεασόμεθα ῥαδίως, ὅτι πάντα τὰ συγγενῇ περιεῖληφε καὶ οὐδὲν ἐστιν αἰσθητόν, ὃ μὴ συνελήφται τῇ μᾶ τοῦ κόσμου περιοχῇ. τοῦτο δὲ ἰδόντες ἱκανῶς ἔχομεν 25ἂν τὸ ζητούμενον· τοῦτο γὰρ ἦν, πῶς ὁρατὸς ὁ κόσμος καὶ πῶς πάντων περιεκτικὸς τῶν κατὰ φύσιν αὐτῷ συγγενῶν. ἀπὸ γὰρ τῶν προειρημένων ὅτι μόνος ἐστὶ παρέλιψαμεν, ἀπὸ δὲ τούτων ὅτι καὶ παντελής.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
