# In Platonis Timaeum Commentaria 2.92.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.92.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.92.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.92.1-2

αὐτὸ τοῦτο πρῶτον, εἴτε αἰσθητικὸν ἔστι τὸ πᾶν εἴτε μή· καὶ γὰρ τῶν παλαιῶν οἱ μὲν ἄλλως, οἱ δὲ ἄλλως ἠνέχθησαν· ἡμεῖς δὲ ἀκούοντες τῶν θεολόγων πηγὴν αἰσθήσεως λεγόντων καὶ περὶ τοῦ πατρός, ὅτι νῷ μὲν κατέχει τὰ νοητά, αἴσθησιν δὲ ἐπάγει κόσμοις, καὶ αὐ τῶν παρ’ Ἕλλησι τό [Hom. Γ 277 λ 109]. Ἥλιός Θ’, ὅς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει, οὐχὶ μεριστῶς ἐν αὐτῷ τῆς ὄψεως οὖσης καὶ τῆς ἀκοῆς, ὡς ἐφ’ ἡμῶν, ἀλλὰ κατὰ μίαν ζωὴν καὶ καθ’ ἓν ὑποκείμενον, ὅπου καὶ ἐφ’ ἡμῶν ὁ Ἀριστοτέλης κέκραγεν, ὅτι μία τέ ἐστιν ἡ κυρίως αἴσθησις καὶ τὸ κύριον αἰσθητήριον ἓν (οὐδὲ τῶν παρ’ Ἕλλησιν οὖν σοφῶν ἀγνοούντων τὰς θείας αἰσθήσεις οὐδὲ ἐπ’ αὐτοῦ τοῦ δημιουργοῦ παραιτουμένων λέγειν [Orph. frg. 123, 19 ss]. νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται, οὐδὲ τίς ἐστιν D αὐδὴ οὐδ’ ἔνοπη οὐδ’ αὐ πτύπος οὐδὲ μὲν ὅσσα, ἢ λήθει Διὸς οὐας) καὶ τί λέγω τῶν θεολόγων; αὐτοῦ τοῦ Πλάτωνος ἀκούοντες, ὅτι ζῷον τὸ πᾶν, καὶ τοῦ ζῷου χαρακτηριζομένου κατὰ τὴν αἴσθησιν, ὥστε καὶ τὸ φυτὸν ζῷον εἰπὼν εὐθὺς καὶ αἰσθήσεως αὐτῷ τινος ἄλλης μεταδεδωκε — ταῦτ’ οὖν, ὅπερ εἴπομεν, ἀκούοντες ὀκνοῦμεν ἀναίσθητον ὑπονοῆσαι τὸ πᾶν. πάλιν δὲ αὐ τῆς αἰσθήσεως τὸ μεριστὸν καὶ τὸ εἰδωλικὸν ἐν τῇ γνώσει καθορῶντες εὐλαβοῦμεθα τοιαύτην ζωὴν ἀναπέμπειν εἰς τὸ πᾶν· ἀληθείας γὰρ ἀτυχῆς, ὡς ἐν Θαιτῇτῳ [186 C] γέγραπται, καὶ τὰ παθητικὰ καὶ τὰ εἰδωλα γιγνώσκοντα τῶν πραγμάτων ἡ αἴσθησις *** παρὰ πᾶσιν εἴωθεν λέγεσθαι. βέλτιον οὖν, ἵνα ἀμφοτέρων ἐν μέσῳ MPQ 3 ss cf. or. chald. 14. 23 4 possis <τὸν νοῦν> καὶ 11 cf. Arist. περὶ ὕπνου 2. 455ᵃ 20 s 18 s οὐδὲ μὲν ὅσα ἢ M sic: οὐδὲ τις ὅσσα ἢ P 21 ss cf. Tim. 30 B 77 A s 25 s τὸ μερικὸν καὶ εἰδωλικὸν P 27 ἀναπέμπειν M sic: ἀναφέρειν P γὰρ om P 29 γινώσκοντα P lacunam sensit Kroll, qui proposuit <τρίτη ἀπὸ τῆς ἀληθείας>: possis <ἐξ ἀνομοίων γινώσις> ad in remp. II 52, 10

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
