# In Platonis Timaeum Commentaria 2.93.1

Proclus, In Platonis Timaeum Commentaria, 2.93.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.93.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.93.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33C] γενώμεθα, πᾶσαν μὲν τοιαύτην αἴσθησιν ἀφελείν, ἄλλην δὲ 4 κρείττω ταύτης καὶ θεοῖς οἰκειοτέραν ἀποδοῦναι τῷ παντί. τίς οὖν ἐστὶν αὕτη καὶ τίνα ἂν ληφθείη τρόπον; ὅτι μὲν οὖν αἰσθητικόν ἐστι τὸ πᾶν, ἐκ τε τοῦ ζῶν εἶναι τὸ πᾶν 5 δῆλον ποιήσομεν καὶ ἀπὸ τοῦ τὴν παντὸς ψυχὴν διανοητικὴν τε εἶναι καὶ δοξαστικὴν καὶ διδόναι τῷ σώματι μετουσίαν ἀμφοτέρων, τῆς τε δόξης καὶ τῆς διανοίας· εἰ γὰρ ἡ δόξα λογικὴ τις ἐστὶν αἴσθησις, ἔσται καὶ τῷ σώματι ἢ 10 ἀπ’ αὐτῆς ζωὴ τῆς αἰσθήσεως αἰτία, ἔσται δὲ τις καὶ τῆς διανοίας ἐν αὐτῷ εἰκών, ἣν ἂν εἴποιμεν ἡμεῖς τὴν κοσμικὴν εἶναι φαντασίαν, αὐτὴν ἐνεικονιζομένην τὴν νόησιν Ε ἐκείνης καὶ τοὺς ἀφανεῖς τύπους ἔχουσαν τῶν αἰσθητῶν τῶν ἐν πάσῃ τῇ περιόδῳ γινομένων. ἐκ τούτων δ’ οὖν εἶναι τοῦ παντὸς αἴσθησιν καὶ ἀπ’ ἄλλων δὲ πολλῶν ὑπο- 15 μνήσκειν δυνατόν. τίνα δὲ αἴσθησιν ἔχει, δεῖται λοιπὸν οἰκείας ἐπιβλέψεως. φημὶ τοίνυν, ὅτι τῆς αἰσθήσεως ἡ μὲν πρωτίστη καὶ κυριωτάτη νοῦν μμουμένην — πανταχοῦ γὰρ ἀ τὰ πρῶτα μίμνησι ἔχει τῶν πρὸ αὐτῆν, διὸ καὶ συναφὴ τοῖς πρώτοις *** ἐστὶ — τὸ ἑαυτῆς αἰσθητὸν ἐν ἑαυτῇ περι- 20 εἴληφεν, οὔτε μεταβαίνουσα ἀπ’ ἄλλων ἐπ’ ἄλλα· τοῦτο γὰρ ἤδη μεριζομένης ἐστίν· οὔτε εἰς τὸ ἔξω προιοῦσα· τοῦτο γὰρ ἄτελές· ἀλλὰ ἢ τὸ ὅλον αἰσθητὸν ἔχουσα ἐν ἑαυτῇ καὶ οἷον συναίσθησις οὖσα μᾶλλον. δευτέρα δὲ μετὰ ταύτην ἢ β προιοῦσα μὲν, κατ’ ἐνέργειαν δὲ τελείαν καὶ ἀεὶ ὁσαύτως 25 πανταχόθεν ὅλον αἱροῦσα τὸ γνωστὸν παντὸς τε καθαρεύουσα πάθους καὶ πάσης ἀδυναμίας τῆς οἰκείας τοῖς μεριστοῖς καὶ ἐνύλοις ὀργάνοις. τρίτη δὴ ἢ καὶ πάσχουσα ὑπὸ γ τῶν ἔκτος καὶ συμμιγὴς ἀπὸ τε πείσεως καὶ γνώσεως, ἀρχομένη μὲν ἀπὸ τοῦ πάθους, τελευτῶσα δὲ εἰς τὴν γνῶσιν. Φ 30 τελευταία δὲ ἐστὶν αἴσθησις, ἢ γνῶσις μὲν ἀμυδροτάτη πάθἐστι, πάθος δὲ τὸ πλεῖον ἐστὶ καὶ ἐγγὺς φυσικῆς συμπαθείας, ὡς μὴ τὰ εἴδη τῶν αἰσθητῶν γιγνώσκειν, οἷον ὅτι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
