# In Platonis Timaeum Commentaria 2.94.2

Proclus, In Platonis Timaeum Commentaria, 2.94.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.94.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.94.2

1 ἢ λυπηρὸν 5: om M P Q fort. τὸ προσπεσόν ἢ λυπηράν αὐτῶν· διότι δὲ ἐξῆρτηται γενέσεως, ἀπαθῶς καὶ ἐνεργητικῶς μόνον περιέχει τὸ αἰσθητόν. αἱ δὲ μερικαὶ ζωαί, ὅσαι γενέσει κεκοινωνήκασιν, ὀργάνοις χρώμεναι τοῖς αὐγοειδέσιν ὀχήμασι, σύμμικτον ἔχουσιν αἴσθησιν ἀπὸ τε πάθους καὶ γνώσεως. ἔστι δὲ τινὰ καὶ τελευταῖα ζῷα, οἷα καὶ φυτά, μετέχοντα ζωῆς ἴχνους καὶ αἰσθήσεως οὐ πάσης, ἀλλὰ καὶ ἧς μετέχει, παθητικῶς ἔχοντα καὶ ταύτην. ἄλλης οὖν αἰσθή-σεως οὔσης τῆς ὅλης, ἄλλης δὲ τῆς μεριστῆς, καὶ ἄλλης μὲν τῆς τὰς οὐσίας γιγνώσκουσης, ἄλλης δὲ τῆς τὰ εἴδωλα τῶν C αἰσθητῶν, οὐ χρῆ ταράττεσθαι τοῦ Πλάτωνος ἀφαιροῦντος τοῦ κόσμου τὰ μεριστὰ πάντα ὄργανα· οὐδὲ γὰρ ἡ ἀκοὴ διήρηται ἐν αὐτῷ τῆς ὄράσεως· ὅπου γε οὐδὲ ἐν τῷ πνεύ-ματι τῷ ἡμετέρῳ, καθάπερ εἴπομεν [p. 82, 9 ss], χωρὶς μὲν ἡ ἀκοή, χωρὶς δὲ ἡ ὄψις, ἀλλὰ μία ἡ ὄντως αἴσθησις, καὶ τὸ κύριον αἰσθητήριον ἕν, ὡς φησιν Ἀριστοτέλης. οὐτ’ οὖν ὀμμάτων δεῖται ὁ κόσμος τῶν εἰς τὸ ἔξω ἀποτει-νομένων, οὔτε ὤτων <τῶν> ἔξωθεν εἰσδεχομένων, ἀλλ’ αὐτὸς ἔστι καὶ ὄμμα καὶ δρατόν καὶ οὖς καὶ ἀκουστόν, καὶ ἡ μία αἴσθησις ἐν αὐτῷ πάντα γιγνώσκει τὰ αἰσθητά· πόθεν γὰρ καὶ ἐν ἡμῖν ἡ μία αἴσθησις πρὸ τῶν πολλῶν ἐστιν ἢ ἐκ τοῦ παντός; τὸ τε οὖν κάλλος πᾶν τὸ ἐν ἑαυτῷ γιγνώσκει διὰ τῆς ὄψεως καὶ τὴν ἁρμονίαν τὴν δι’ ὅλων διήκουσαν διὰ τῆς ἀκοῆς. οὔτε ἄρα ὀμμάτων δεῖται πρὸς τὴν ὄρασιν οὔτε ὤτων πρὸς τὴν ἀκοήν. καὶ ἔχει καὶ τοῦτο τὸ ἄνόμ-ματον κατ’ εἰκόνα τοῦ νοητοῦ θεοῦ, πρὸς ὃν ἀπεῖκασται· καὶ γὰρ ἐκεῖνον ἄνόμματον Ἑρμῆ φησιν ἔχειν Ὀρφεύς [frg. 68].

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
