# In Platonis Timaeum Commentaria 2.96.3

Proclus, In Platonis Timaeum Commentaria, 2.96.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.96.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.96.3

Διὰ δὴ τούτων ἄλλας δύο τοῦ παντὸς αἰσθήσεις ἀφείλεν, 10 ὀσφρησιν καὶ γεῦσιν, τὴν μὲν, ὅτι μηδὲ ἀναπνεῖ· τὸ γὰρ ἀναπνεῖν δεῖται τῆς ὀσφρήσεως, εἰ καὶ μὴ πᾶν τὸ ἔχον ὀσφρησιν ἀναπνευστικόν ἐστιν· ἀλλὰ τελειότερον τὸ ἀναπνευστικόν· τοῦτο οὖν ἀφαιρεῖ τοῦ παντός. τὴν δέ, ὅτι μηδὲ τρέφεται· τὸ γὰρ τρεφόμενον ζῷον δεῖται τῆς γεύσεως. 15 πῶς οὖν πάλιν ἐροῦμεν ἡμεῖς; ἢ ταύτας μὲν τὰς μεριστὰς αἰσθήσεις μὴ εἶναι περὶ τὸ πᾶν, τὴν δὲ μίαν καὶ ἀπλὴν αἴσθησιν ἐν ἑαυτῷ πάντων εἶναι γνωριστικήν, χρωμάτων, ἠ ψόφων, χυμῶν, πνευμάτων, ποιοτήτων, αὐτῶν τῶν αἰσθητῶν οὐσιῶν ὡς ἐν ὑποκειμένῳ οὐσιῶν· ὡς γὰρ καὶ ἡ ἐν ἡμῖν 20 μία αἴσθησις πάσαις χρῆται ταῖς μερισταῖς καὶ πάντα γινώσκει κατὰ ταυτόν, πόσῳ δὴ οὖν μᾶλλον ὁ κόσμος καθ’ ἕνα λόγον καὶ μίαν αἰσθήσιν γνώσεται πᾶσαν ὁμοῦ τὴν τῶν αἰσθητῶν ποικιλίαν. ὡς γοῦν κατὰ τὴν οὐσίαν εἰς ἐστι καὶ ὥσπερ τὸ σχῆμα ἔλαχε τὸ μονοειδές, οὕτως καὶ αἴσθησιν ἔχει 25 μίαν πάντα τὰ αἰσθητὰ περιέχουσαν· καὶ γὰρ φύσιν μίαν πάντα τὰ σώματα συνέχουσαν καὶ ζωοποιοῦσαν. ταῦτα περὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
