# In Platonis Timaeum Commentaria 2.99.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.99.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.99.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.99.1-2

τοίνυν κάκεινα ῥητέον ἐν τοῖς ἐκκειμένοις ῥητοῖς· εἰ μὴ πρόσσεισι τῷ παντὶ μηδέν, οὐδὲν αὐτοῦ σῶμά ἐστιν ἔκτος· εἰ ἄπεισιν ἀπ’ αὐτοῦ μηδέν, οὐκ ἔστιν ἔξω τοῦ κόσμου κενόν· μάτην γὰρ ἂν εἴη, μηδενὸς ὄν δεκτικόν, καθάπερ τὸ τὸν κόσμον δεξάμενον· ὃ δὴ καὶ Ἀριστοτέλης διαφερόντως ἠγάπησε, τὸ τε ἐνεργείᾳ κενὸν ἀναιρῶν καὶ τὸν κόσμον μονογενῆ διασῴζων. ὅτι δὲ οὐδὲν ἄπεισιν οὐδὲ πρόσσεισι τῷ παντὶ, κατεσκεύασε τὸ μὲν ἐκ τοῦ οὐδὲ γὰρ ἦν, τὸ δὲ μηδὲ ἀπιέναι μηδὲν ἐκ τοῦ τὴν ἑαυτοῦ φθίσιν οἰκείαν τροφὴν ποιεῖσθαι τὸ πᾶν. ὥσπερ οὖν οὐκ ἔχον ὄργανα τροφῆς ἐν ἑαυτῷ τροφὴν ἔχει καὶ ἑαυτὸ καὶ ἔστιν αὐτὸ τὸ τρέφον ἅμα καὶ τρεφόμενον, οὕτω δὴ καὶ αἰσθήσεις οὐκ ἔχον τὰς ἔκτος ἀποτεινομένας ἐν ἑαυτῷ τὴν αἴσθησιν ἔχει καὶ ἔστιν αὐτὸς αἰσθητὸς ἑαυτῷ. καὶ ὅτι βούλεται καὶ ἐπὶ τούτων τὸν αὐτὸν εἶναι λόγον ὁ Πλάτων ἐναργῶς, οἶμαι, δεδήλωκεν εἰπών· καὶ πάντα ἐν αὐτῷ καὶ ὑφ’ ἑαυτοῦ πάσχον καὶ δρῶν. εἰ δὲ πάντα τὰ γινόμενα δρῶντός ἐστι τοῦ παντὸς εἰς ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ πάσχοντος, οὔτε τὰς φθίσεις οὔτε τὰς φθορὰς ἀπλῶς κακὰ ῥητέον· οὐδὲ γὰρ ὁ σπουδαῖος εἰς ἑαυτὸν δρᾷ κακὸν οὐδέν, μὴ ὅτι τὸ πᾶν. καὶ τοῦτο μὲν θεῖον πόρισμα ληπτέον ἐκ τοῦ λόγου. πάλιν δὲ ἐπὶ τὴν ἀληθινὴν αἰτίαν πάντων τῶν περικοσμίων ἀνέδραμε, τὴν δημιουργικὴν τέχνην καὶ τὴν τελεσιουργὸν τῶν ὅλων ἀρχήν· ἐκεῖθεν γὰρ ἡ τέχνη καὶ εἰς τὴν δημιουργικὴν καθῆκει τάξιν· διὸ καὶ τὰ λόγια τὸν δημιουργὸν τοῦ παντὸς ἔργοτεχνίτην κέκληκεν· ὅπερ ὁ Πλάτων διεῖλε, ποτὲ μὲν ἔργα τοῦ δημιουργοῦ καλῶν τὰ ἐν τῷ κόσμῳ· ὧν ἐγὼ δημιουργὸς πατὴρ τε ἔργων· ὥσπερ καὶ τὰ λόγια φησιν· ἔργα νοήσας γὰρ πατρικὸς νοῦς αὐτογενεθλός· ποτὲ δὲ καὶ τὴν ἐνέργειαν αὐτοῦ προσαγορεύων τέχνην, ἡ τέλος ἀφωρίσατο τὴν αὐτάρκειαν τοῦ παντὸς· ἀγαθὸς γὰρ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
