# In Platonis Timaeum Commentaria 3.104.1

Proclus, In Platonis Timaeum Commentaria, 3.104.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.104.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.104.1

88 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39BCD] συναποκαθίσταται κατὰ ταύτην τὴν περίοδον. δεῖ δέ, εἴπερ τὴν ἀκριβῆ λαμβάνομεν ἀποκατάστασιν, *** ἥτις ἐν πολλῷ γίνεται χρόνῳ· δῆλον γάρ, ὅτι πάντων κινουμένων ὑπ’ αὐτῆς τῶν ἄνω ἐν αὐτῇ καὶ σχέσεις πρὸς ἀλλήλα καὶ πρὸς 266 αὐτὴν πάντως ἄλλοτε ἄλλως ἔχουσι, καὶ μετὰ τούτων τὴν εἰς τὰ κέντρα φορὰν ἄλλοτε ἄλλην ἔχει καὶ τὴν εἰς τὰ αὐτὰ κατὰ πάντα ἀποκατάστασιν πολυχρονιωτάτην. καὶ μὴν κάκεινο ἂν τις ἀπορήσειεν, ὅπως τὸ μέτρον τῆς ἀποκαταστάσεως τῆς ταύτου φορᾶς καλεῖ νύκτα καὶ ἡμέραν· τὸ μὲν γὰρ μέτρον τοῦτο πανταχοῦ ἐστιν ἄνωθεν ἀπὸ τῆς μιᾶς καὶ νοητῆς αἰτίας τοῦ παντὸς καὶ τοῦ πρώτου παραδείγματος, τὸ δὲ νυχθήμερον ἐν τοῖς ὑπὸ σελήνην. ζητεῖν δέ, ὅτι τοῦ νυχθημέρου ποιητικόν ἐστι τὸ τε διάστημα τὸ χρονικόν, ὃ δὴ πρῶτον ἐστιν ἐν τῇ περιφορᾷ τῆς ἀπλανοῦς, καὶ τὸ ἡλιακὸν φῶς. ἀπὸ τῶν ἐσχάτων οὖν καὶ τῶν ἡμῖν γνωρίμων τὸ σύμπαν ἀφορίζει μέτρον· ἄλλο γὰρ τοῦτο νυχθήμερον καὶ ἄλλο τὸ ἐν τῷ ἀφανεῖ χρόνῳ, καὶ εἴδωλον τοῦτο ἐκεῖνον καὶ ἀποπεράτωσις ἐσχάτη· καὶ γὰρ τῆς νυκτὸς καὶ τῆς ἡμέρας τάξεις πολλαί, νοηταὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι καὶ οὐράνιοι καὶ ὑπὸ σελήνην, ὡς καὶ ἡ Ὀρφικὴ διδάσκει θεολογία [frg. 60], καὶ αἱ μὲν πρὸ τῆς δημι-ουργίας, αἱ δὲ ἐν αὐτῇ περιεχόμεναι, αἱ δὲ ἀπ’ αὐτῆς προϊοῦσαι, καὶ αἱ μὲν ἀφανεῖς, αἱ δὲ ἐμφανεῖς, ἐπεὶ καὶ ὁ μὴν καὶ ὁ ἔνιαυτὸς ἄλλος μὲν ὁ ἀφανὴς καὶ ὁ μετοπητικὸς καὶ συνοχικὸς καὶ τελεσιουργὸς τῶν νοερῶν τε καὶ σωματικῶν περιόδων, ἄλλος δὲ ὁ ἐμφανής, ὃς περάτωσις ἐστι καὶ μέτρον τῆς ἡλιακῆς περιπολήσεως. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων θεῶν· ἄλλος γὰρ ἀριθμὸς Κρόνιος ὁ ἀφανὴς καὶ ἄλλος ἐμφανής, Ἀρειός τε καὶ Διὸς καὶ Ἑρμαϊκὸς ὡσαύτως· καὶ γὰρ ὁ μὴν αὐτὸς καὶ ὁ ἔνιαυτὸς ὁ καθ’ ἑκάστην περίοδον εἰς ὧν ἀεὶ ὁ αὐτὸς θεὸς τὸς ἐστιν ἀκινήτως τὸ τῆς κινήσεως μέτρον δρίζων· πόθεν γὰρ τὸ ἀεὶ ὡσαύτως ὑπάρχει ταῖς περιόδοις ἢ ἀπὸ ἀκινήτου τινὸς αἰτίας; πόθεν δὲ τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
