# In Platonis Timaeum Commentaria 3.105.2

Proclus, In Platonis Timaeum Commentaria, 3.105.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.105.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.105.2

διάφορον τῶν ἀποκαταστάσεων ἢ ἀπὸ τῶν διαφερόντων ἀκινήτων αἰτίων; πόθεν δὲ τὸ ἀκατάληκτον καὶ τὸ πάλιν καὶ πάλιν ἐπ’ ἄπειρον ἢ ἀπὸ τῶν ἀπειρῶν ἐν ἐκείναις δυνάμεων; πᾶσαν δὴ ταύτην τὴν σειρὰν χρονικὴν θέμενος ὑφ’ ἕνα τὸν πρῶτιστον ἄνωγε χρόνον, ὃς ἀφορίζει τὴν τοῦ θείου γεννητοῦ περιόδον, αὐτὸς ὡν ὁ ἀληθινὸς ἀριθμός, ὡς εἴρηται πρότερον [p. 19, 14ss]. ἀπὸ δὲ τῶν ἀφανῶν τούτων νόησον λοιπὸν τοὺς ἐμφανεῖς, οἱ κατὰ τὸ ἀριθμεῖσθαι προῖασιν ἀπ’ ἐκείνων ἀριθμῶν τούτους καὶ γεννᾶν δυνάμενον, οὓς δὴ πάντας ἀστρονομία καλῶς ἀναδιδάσκει δοξαστικῶς αἱροῦσα τὸν ἀριθμὸν τῶν ἑκάστου περιοδικῶν ἀποκαταστάσεων παραβολὰς τε ποιουμένη τῶν περιόδων, τίνα λόγον ἔχουσι πρὸς ἀλλήλας, οἷον ὅτι διπλασιεφόρμισος ἡ Κρονία περίοδος τῆς τοῦ μετ’ αὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· εἰ γὰρ καὶ διαφέρουσαι εἰσὶν αὐτῶν αἱ ἀποκαταστάσεις, ἀλλὰ λόγον ἔχουσι πρὸς ἀλλήλας· ὥσπερ δὴ καὶ τοὺς ἀφανεῖς ἐκείνους καὶ τούτων αἰτίους ἡ ἱερὰ φήμη θεραπεύει, ὀνόματά τε θεία νυκτὸς καὶ ἡμέρας ἐκδιδοῦσα καὶ μηνὸς καὶ ἐνιαυτοῦ συστατικὰ καὶ κλήσεις καὶ αὐτοφανεῖας, ὡς οὐχ ἐπὶ δακτύλων θεωρουμένων, ἀλλ’ ἐν ὑπάξεσι θείαις, ᾗς καὶ θρησκεύειν καὶ τιμᾶν ἀγάλμασί τε καὶ θυσίαις οἱ τῶν ἱερῶν παρεκελεύσαντο θεοί, καὶ ἐπεφήρισαν αἱ χρησμοδία τοῦ Ἀπόλλωνος, ὡς αἱ ἱστορίαι λέγουσι, καὶ τιμωμένων μὲν αὐτῶν καὶ τὰ ἀπὸ τῶν περιόδων ὑπῆρχεν ἀγαθὰ τοῖς ἀνθρώποις τῶν τε ὥραιων καὶ τῶν ἄλλων ὁμοίως, ἀμεληθέντων δὲ πᾶσα τῶν περὶ γῆν ἐπηκολούθησε πάντων παρὰ φύσιν διάθεσις. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς Πλάτων ἐν Νόμοις [X 899B] κέκραγεν, ὅτι ταῦτα πάντα θεοί εἰσιν, ὥραι καὶ ἐνιαυτοὶ καὶ μῆνες, ὥσπερ καὶ τὰ ἄστρα καὶ ὁ ἥλιος, καὶ οὐδὲν ἡμεῖς καινὸν εἰσάγομεν ἀξιοῦντες πρὸ τῶν ἐμφανῶν νοεῖν τὰς ἀφανεῖς δυνάμεις τούτων. ταῦτα καὶ περὶ τούτων. Ἐπὶ δὲ τὴν λέξιν τῷ λόγῳ πάλιν ἴτεον.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
