# In Platonis Timaeum Commentaria 3.110.1-6

Proclus, In Platonis Timaeum Commentaria, 3.110.1 to 3.110.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.110.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.110.1

94 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39DE] χρόνου γενέσεως τὸ παντελὲς ζῷον μιμησάμενος κατὰ τὸ αἰώνιον καὶ ἡ γένεσις ὑπέστη διὰ τὴν τῶν ἑπτὰ κοσμοκρατόρων φορὰν (ἀπὸ γὰρ ταύτης ἡ ποικιλία κατὰ τὴν γένεσιν ἀνεφάνη), δῆλόν ἐστι διὰ τῶν προειρημένων. ἐκεῖνο δὲ λοιπὸν τῶν περὶ χρόνου σκεμμάτων ἀξίων παρὰ τοῦ Πλάτωνος λαμβάνειν, ὅτι καὶ αὐτὸς ἀνὰ λόγον τῇ ψυχῇ προεληλυθὲν αἰώνιος ἔμα καὶ γενητός, ὥσπερ καὶ ἡ ψυχὴ τῶν τε ἀεί ὄντων ἐστὶ καὶ ἀρίστη τῶν γενομένων. κατὰ ταῦτα γὰρ καὶ ὁ χρόνος αἰωνιός τέ ἐστι καὶ γενητός, καθ’ ὅσον καὶ αὐτὸς συμιγύνται ψυχαῖς καὶ σώμασι, καὶ καθ’ ὅσον πρόεισι καὶ φοιτᾷ διὰ πάντων τῶν δευτέρων, ἐπεὶ καὶ ἀριθμός ἐστι προϊὼν καὶ κύκλος, αὐτὸς δὲ καθ’ ἑαυτὸν μονὰς ἐστι καὶ πορωτέρων περιόδων φορῶν τε καὶ ἀφοριῶν ἐστι περιληπτικός. διὸ καὶ τοῦ ἀνθρωπείου γένους τῆς περιόδου κύριός ἐστι. κέντρον· τοιαύτην γὰρ ὁ δημιουργὸς μεσότητα παρήγαγε τῶν τε ἀκινήτων καὶ τῶν κινουμένων κατὰ τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν (μέσος γὰρ καὶ αὐτὸς ἐστι τῶν τε μεινάντων θεῶν καὶ τῶν προεληλυθότων) καὶ κατὰ τὴν πρὸς τὸ παράδειγμα ἀπεικασίαν, διότι δὴ κἀκεῖνο μέσον ἐστι τῶν τε νοητῶν καὶ νοερῶν, τοῦ τε αἰῶνος καὶ τοῦ ἀριθμοῦ, τῶν τε D αἰωνίων θεῶν καὶ τῶν αἰδίων· μετέχει μὲν γὰρ τοῦ αἰῶνος, πρώτως δὲ μετέχει καὶ μονὰς ἐστι τῶν νοητῶν ζῴων. διὰ δὴ ταῦτα καὶ ὁ κόσμος αἰδίος εἰς ἅπαντα τὸν χρόνον γεγονὼς ἀπεικασται πρὸς τὸ παράδειγμα τελῶς· ὡς γὰρ ἐκεῖνο τὴν ὅλην ὑπέδεξato τοῦ αἰῶνος δόσιν (πᾶν γὰρ τὸ πρώτως 23 ταύτην D Κατὰ ταῦτα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τῶν ἀστρῶν ὅσα δι’ οὐρανοῦ πορευόμενα ἔσχε τροπάς, ἵνα τόδε ὡς ὁμοιότατον ἢ τῷ τελείῳ καὶ νοητῷ ζῷῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως. καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπεῖργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο [39DE].

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
