# In Platonis Timaeum Commentaria 3.113.1-8

Proclus, In Platonis Timaeum Commentaria, 3.113.1 to 3.113.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.113.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.113.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39 E] Τῷ δὲ μήπω τὰ πάντα ζῶα ἐντὸς αὐτοῦ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἶχεν ἀνομοίως. τοῦτο δὴ τὸ κατάλοιπον ἀπειργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπουμένην φύσιν [39 E]. 5 Ὅτι μὲν ἀεὶ πρὸς τὸ αὐτοζῶον ἐξομοίων τὸν κόσμον ὁμως τὴν μνήμην αὐτοῦ πεποίηται τρίς, μονογενὲς ποιῶν τόδε τὸ πᾶν, αἰώνιον ἀποτελῶν, παντελὲς ἀπεργαζόμενος, δῆλον, καὶ εἰκότως· τὸ γὰρ αὐτοζῶον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ μονογενεῖ, τῷ αἰωνίῳ, τῷ παντελεῖ· τρίτην γὰρ 10 εἰληχὸς τάξιν ἐν τοῖς νοητοῖς τὸ μὲν μονογενὲς ἀπὸ τῆς πρώτης ἔχει, καθ’ ἣν τὸ ἕν ὧν, τὸ δὲ αἰώνιον ἀπὸ τῆς δευτέρας, καθ’ ἣν ὁ αἰών, τὸ δὲ παντελὲς ἀφ’ ἑαυτῆς. τί δὲ τὸ παντελὲς ἐστι τοῦτο, δεῖ μὴ παρέργως ἰδεῖν. τῆς τοινυν ὁλότητος, ὥσπερ πολλάκις ὑπέμνησται, τριπλῆς οὔσης 15 καὶ ἀπ’ αὐτῶν ἄνωθεν ἀρχομένης τῶν νοητῶν ἔδει καὶ τόνδε τὸν κόσμον εἰκόνα τοῦ καλλίστου τῶν νοητῶν ὄντα καθ’ ἑκάστην τούτων ὑποσῆναι τῶν ὁλοτήτων, κατὰ πρώτην μὲν τὴν πρὸ τῶν μερῶν, κατὰ δευτέραν δὲ τὴν ἐκ τῶν μερῶν καὶ διὰ ταύτης κατὰ τὴν λοιπὴν. ἤδη μὲν οὖν αὐ- 20 τὸν ὁ δημιουργὸς ἐκόσμησε κατὰ τὸ πρῶτον εἶδος τῆς ὁλότητος· γέγονε γὰρ ζῷον ἔμψυχον ἔννουν τὴν πρώτην, κοσμηθέντος μὲν τοῦ πλημμελῶς κινουμένου καὶ ἀτάκτως καὶ λαβόντος τάξιν, ψυχῆς δὲ ἐπιγενομένης καὶ νοῦ καὶ θείας ἐνώσεως. προιοῦν δὲ ὁ λόγος καὶ τὴν δευτέραν αὐτῷ 25 δέδωκεν ὁλότητα τὴν ἐκ τῶν μερῶν, διττὰς περιφορὰς ὑποστήσας καὶ στοιχεῖα δι’ ἀνολογίας δεθέντα καὶ ψυχῆς κύκλους κατὰ τε μονάδα καὶ τριάδα καὶ τετράδα καὶ ἑπτάδα διατεταγμένους· ἐκ γὰρ τούτων ἀπάντων ὡς μερῶν ἐστι τὸ πᾶν, διότι ταῦτα τοῦ παντὸς ὡς παντὸς ἐστι συμπληρωτικά. 30 ἐν δὲ γε τοῖς προκειμένοις καὶ τὸ τρίτον εἶδος αὐτῷ δίδωσι τῆς ὁλότητος· δεῖ γὰρ καὶ ἑκάστην αὐτοῦ μοῖραν ὅλην γενέσθαι καὶ πάντα σχεῖν ἑαυτῇ οἰκείως, οὐρανίως μὲν τὸν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
