# In Platonis Timaeum Commentaria 3.116.1

Proclus, In Platonis Timaeum Commentaria, 3.116.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.116.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.116.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39 E] δειγματικὴν αἰτίαν. καὶ τοῦτο μὲν οὕτως. αὐτὸ δὲ τὸ ὅ ἐστι ζῶον εἴρηται μὲν καὶ πρότερον [I 306, 1 ss] τί ἐστιν, ὡς γε ἡμεῖς οἴόμεθα, λεχέσθω δὲ καὶ νῦν, ὅτι τοῦ νοητοῦ πλάτους τὸ μὲν ἐστιν ἀκρότατον καὶ ἡνωμένον καὶ κρύφιον, τὸ δὲ δύναμιν ἐκείνου καὶ προϊὸν ἄμα καὶ μένον, τὸ δὲ ἐκφῆναν ἑαυτὸ δι’ ἐνεργείας καὶ τὸ πλήθος ἐν αὐτῷ δεῖξαν τὸ νοητόν. καὶ τούτων τὸ μὲν ὅν ἐστι νοητόν, τὸ δὲ ζωὴ νοητή, τὸ δὲ νοῦς νοητός. ἀλλ’ οὔτε τὸ ὅν αὐτὸ τὸ πρῶτιστον αὐτοζῶον εἶναι δυνατόν· οὐ γὰρ ἐστιν ἐκεῖ πλήθος οὔδὲ τετράς ἰδεῶν, ἀλλὰ διὰ τὴν μόνωσιν αὐτοῦ καὶ τὴν ἀφραστον ἔνωσιν ἣν ὅν ὑπὸ τοῦ Πλάτωνος προσηγόρευται, καὶ ὅλως τὸ μὲν αὐτοζῶον αἰῶνος λέγεται μετέχειν, ἐκεῖνο δὲ οὐδενὸς μετέχει, πλὴν εἰ τοῦ ἑνὸς λέγοι τις, ὅ δὴ καὶ αὐτὸ πάντως ἐπιστάσεως ἀξίων· μήποτε γὰρ τὸ μὲν ὑπὲρ αὐτὸ κρεῖττον καὶ ταύτης τῆς προσρήσεως, αὐτὸ δὲ ἐστι τὸ πρῶτως ὅ οὐ κατὰ μέθεξιν ἐστι τοιούτον. οὐτ’ οὖν τὸ ὅν αὐτὸ τὸ αὐτοζῶον εἶναι δυνατόν διὰ τὰς εἰρημένας αἰτίας οὔτε τὴν ζωὴν τὴν νοητήν· τὸ γὰρ ζῶον δεύτερόν ἐστι τῆς ζωῆς καὶ κατὰ μετουσίαν ζωῆς λέγεται ζῶον, ὅλως δέ, εἰ τὸ αὐτοζῶον δεύτερον ἦν, ὁ αἰὼν τὸ ὅν. ἀλλ’ ἀδύνатов· ἄλλο γὰρ τὸ ἔν ὅν καὶ ἄλλο τὸ ἀεὶ ὅν· τὸ μὲν μονὰς τοῦ ὄντος, τὸ δὲ [ἡ] δυνὰς μετὰ τοῦ ὄντος ἔχουσα τὸ ἀεὶ συμπεπλεγμένον, καὶ τὸ μὲν τοῦ εἶναι πᾶσιν αἴτιον, τὸ δὲ τῆς κατὰ τὸ εἶναι διαμονῆς. εἰ τοίνυν μήτε αὐτὸ τὸ ἔν ὅν ἐστι μήτε τὸ μετ’ αὐτό (τοῦτο γὰρ ὁ αἰὼν, ἢ νοητὴ δύναμις καὶ ἢ ἄπειρος ζωὴ καὶ ἢ ὁλότης αὐτή, καθ’ ἣν ὁμοῦ τὸ ὅλον ἐστιν ἕκαστον τῶν θείων), ἀνάγκη τρίτον εἶναι λοιπὸν τὸ αὐτοζῶον· καὶ γὰρ ἀνάγκη καὶ νοῦν εἶναι πρὸ τὸ αὐτοζῶον, εἴπερ καὶ ἢ εἰκὼν αὐτοῦ πάντως μετ’ αἰσθήσεως, νοῦ δὲ εἰκὼν ἢ αἴσθησις· ὥστε καὶ ἐν ἐκείνῳ πρῶτως ὁ νοῦς, ὅ ἐστι πρῶτως ζῶον· ὥστε εἰ δεύτερόν ἐστι τῆς ζωῆς, ἐξ ἀνάγκης κατὰ τὸν νοητὸν ὑφέστηκε νοῦν· νοητὸν γὰρ ὅν καὶ ζῶον, ὡς αὐτὸς εἶπε, τῶν νοουμένων κάλλιστον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
