# In Platonis Timaeum Commentaria 3.117.1

Proclus, In Platonis Timaeum Commentaria, 3.117.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.117.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.117.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39 E] καὶ μονογενὲς ταύτην ἂν ἔχοι τὴν τάξιν· πάντα γὰρ τὰ μετὰ τοῦτο τὸ εἶδος μετ’ ἄλλων τε παράγεται καὶ τῆς παντότητος ἀπολείπεται τῆς νοητῆς. ἔστιν ἄρα τὸ αὐτοζῷον νοῦς νοητός, περιέχων τὰς νοερὰς διακοσμήσεις τῶν θεῶν ἐν ἑαυτῷ καὶ συναγωγὸς αὐτῶν καὶ ἐνοποιὸς καὶ τελεσιουργός, πέρας μὲν ὧν τῶν νοητῶν τὸ κάλλιστον, τὴν δὲ ἡνωμένην αὐτῶν καὶ ἄγνωστον αἰτίαν ἐκφαλίνων τοῖς νοεροῖς, ἐγείρων μὲν ἑαυτὸν πρὸς ἰδέας καὶ δυνάμεις παντοίας, παράγων δὲ C πάσας τὰς δευτέρας τάξεις τῶν θεῶν. διὸ δὴ καὶ Ὀρφεύς [frg. 119] Φάνητά τε τὸν θεὸν τοῦτον προσηγόρευσεν ὡς ἐκφαλίνοντα τὰς νοητὰς ἐνιάδας καὶ ζῴων αὐτῷ μορφὰς ἀνἔθηκεν ὡς ἐν αὐτῷ τῆς πρώτης αἰτίας τῶν νοητῶν ζῴων ἐκφανείσης καὶ ἰδέας πολυειδεῖς ὡς τῶν νοητῶν ἰδεῶν πρώτως περιληπτικῷ, καὶ κληῖδα νοῦν προσειπὼν κλεῖν [τε] αὐτὸν ἐκάλεσε τοῦ νοῦ, διότι περατοῖ πᾶσαν τὴν νοητὴν οὐσίαν καὶ συνέχει τὴν νοερὰν ζωήν. πρὸς δὴ τοῦτον τὸν τοσοῦτον θεὸν ὁ δημιουργὸς ἀνήρτηται τοῦ παντὸς νοῦς μὲν καὶ αὐτὸς ὧν, ὥσπερ εἴπομεν πρότερον, ἀλλὰ νοερὸς νοῦς ὡς νοῦ διαφερόντως αἴτιος. διὸ καὶ ὁρᾶν λέγεται τὸ αὐτοζῷον· ἴδιον γὰρ τὸ ὁρᾶν τῶν νοερῶν θεῶν, ἐπεὶ τὸν γε νοητὸν νοῦν καὶ ἄνόματον ὁ θεολόγος [frg. 68] προσηγόρευσε· λέγει γοῦν περὶ αὐτοῦ·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
