# In Platonis Timaeum Commentaria 3.119.2-2

Proclus, In Platonis Timaeum Commentaria, 3.119.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.119.2-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.119.2-2

ὀῃγνυμένας κόσμου περὶ σώμασι· τὴν γὰρ ὀλίκην αὐτῶν ἐν τῷ νοητῷ διάκρισιν ἀνειλίζεν εἰς πᾶν τὸ δημιουργικὸν πλήθος ὁ θεῖος νοῦς. ταῦτα μὲν οὖν ὥσπερ πορίσματα ληπτέον. Εἰρημένων δὲ τούτων ἄξιον ἱστορῆσαι καὶ τὰς τῶν παλαιοτέρων δόξας ὅσαι καινότερον ἐπικεχείρηται περὶ τήνδε τὴν λέξιν. Ἀμέλιος μὲν οὖν τὴν τριάδα τῶν δημιουργικῶν νόων ἀπὸ τούτων μάλιστα συνίστησι τῶν ὀνομάτων, τὸν μὲν πρῶτον ‘ὄντα’ καλῶν ἀπὸ τοῦ ὃ ἐστι ζῷον, τὸν δὲ δεύτερον ‘ἔχοντα’ ἀπὸ τοῦ ἐνούσας (οὐ γὰρ ἐστὶν ὁ δεύτερος, ἀλλ’ εἴσεισιν ἐν αὐτῷ), τὸν δὲ τρίτον ‘ὁρῶντα’ ἀπὸ τοῦ καθορᾶν, καίτοι τοῦ Πλάτωνος ἐν τῷ ὃ ἐστι ζῷον εἶναι τὰς ἰδέας εἰπόντος καὶ οὐκ ἄλλο μὲν εἶναι τὸ αὐτοζῷον, ἄλλο δὲ τὸ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι τῶν ζῴων, ὥστε οὐκ ἄλλος ἐστὶν ὁ ὧν τοῦ ἔχοντος, εἴπερ ὁ μὲν ἐστὶ τὸ ὃ ἐστι ζῷον, ὁ δὲ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι. Νοῦμηνιος [frg. 39 Thed.] δὲ τὸν μὲν πρῶτον κατὰ τὸ ὃ ἐστι ζῷον τάττει καὶ φησὶν ἐν προσχρήσει τοῦ δευτέρου νοεῖν, τὸν δὲ δεύτερον κατὰ τὸν <πρῶτον> νοῦν καὶ τοῦτον αὐ ἐν προσχρήσει τοῦ τρίτου δημιουργεῖν, τὸν δὲ τρίτον κατὰ τὸν διανοούμενον. ταῦτα δὲ ὅτι μὲν ἔχει τινὰς καθ’ ἑαυτὰ διαφορὰς, πρόδηλον, οὐχ οὕτω δὲ διήρηται νῦν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
