# In Platonis Timaeum Commentaria 3.121.33

Proclus, In Platonis Timaeum Commentaria, 3.121.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.121.33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.121.33

ζητούμενον ἡ τετράς ἡ πᾶσαν μὲν ὑποδεξαμένη τὴν κρύφιον τῆς μονάδος αἰτίαν, ἐκφῆνασα δὲ ἐν ἑαυτῇ τὴν ἀνεκφοίτητον ἐκείνης δύναμιν· ὅσα γὰρ ἦν ἐν τῇ μονάδι πρώτως καὶ ἐνιαῖως <καὶ> ἀνεκφοιτῆτως, ταῦτα ἡ τετράς ἔδειξε διηρημένως. καὶ κατ’ ἀριθμὸν ἤδη διαστήσασα καὶ κατὰ τὴν εἰς τὰ δεύτερα ποίησιν. ἐπειδή δὲ τὸ τρίτον ἔχει μὲν καὶ τὴν αὐτῷ F πρέπουσαν τάξιν, μετέχει δὲ καὶ τῶν πρὸ αὐτοῦ πάντως αἰτίων, οὐ μόνον ἐστὶ τετράς, ἀλλὰ καὶ πρὸ τῆσδε μειζόνως μονάς τε καὶ δυάς, καὶ ὡς μὲν μονὰς πατρικὴν ἔλαχεν ὑπεροχήν, ὡς δὲ δυὰς ποιητικὴν καὶ γόνιμον. καθὸ μὲν οὖν αὐτοζῶον ἀποκαλεῖται, μονὰς ἐστὶ τῆς τῶν ζῴων ἀπάντων φύσεως, τῶν τε νοερῶν καὶ ζωτικῶν καὶ σωματικῶν, καθὸ δὲ τοῦ τε ἄρρενός ἐστιν ἅμα καὶ τοῦ θῆλεος περιεκτικόν, δυὰς ἐστι· ταῦτα γὰρ ἐν πάσαις τάξεσι τῶν ζῴων οἰκείως ἐστίν, ἄλλως μὲν ἐν θεοῖς, ἄλλως δὲ ἐν δαίμοσιν, ἄλλως δὲ ἐν θνητοῖς, καὶ δεῖ προάρχειν αὐτῶν τὰς πρώτας ἐνάδας ἐν τῇ μιᾷ τοῦ ζῴου περιοχῇ. καθὸ δὲ ἐκ τῆς δυάδος ταύτης τὰς τέτταρας ἐν ἑαυτῷ τῶν ζῴων ἰδέας ὑπεστήσατο, τετράς· κατὰ γὰρ ταύτας τὰς ἰδέας ἡ τετραμερὴς δημιουργία προελήλυθε, καὶ ἡ πρώτη ποιητικὴ τῶν ὅλων αἰτία τετράς ἐστι. ταύτην οὖν ὁ Πλάτων τὴν τετραδικὴν δύναμιν τοῦ παραδείγματος ἀναδιδάσκων καὶ τὰς ἐνικωτάτας ἰδέας τῶν ἐγκοσμίων τέτταρας αὐτὰς εἶναι φησιν ὑφ’ ἑνὸς τοῦ αὐτοζῴου περιεχομένας· ἐστὶ μὲν γὰρ ἐκεῖ καὶ ἡ μία ἰδέα, τὸ αὐτοζῶον, ἐστὶ δὲ καὶ ἡ δυάς, τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰ δὲ βούλει καὶ ὡς αὐτὸς διεῖλε γένη τε ἔχον καὶ εἴδη· κέκληκε γὰρ γένη τὸ νοερὸν μὲν καὶ ἀεροφόρον, τὰς δύο ἰδέας, εἴδη δὲ τὰς λοιπάς, ὡς ἐκείνων ὑφειμένας. ἐστὶ δὲ καὶ ἡ τετράς καὶ μέχρι ταύτης τὰ νοητὰ εἴδη· κατὰ ταύτην γὰρ ἀφωρίζετο τὸ πέρας τῶν νοητῶν, ἐντεῦθεν δὴ ἤδη καὶ ἐπ’ ἄλλους πρόεισι διακόσμους κατ’ ἄλλον καὶ ἄλλον ἀριθμόν· οἰκεῖος γὰρ ἐστὶ καθ’ ἑκάστην τάξιν ἀριθμός, καὶ ὁ μὲν ἐλάττων ὀλιγωτέρων ἐστὶν ἰδεῶν περιεκτικός, B ὁ δὲ πεπληθυσμένος μερικωτέρων, ἐπειδή τὰ θειότερα τῷ ποσῷ συνεσταλμένα δύναμιν ὑπερφέρουσαν ἔχει, καὶ τὰ τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
