# In Platonis Timaeum Commentaria 3.127.1

Proclus, In Platonis Timaeum Commentaria, 3.127.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.127.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.127.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39E 40A] δύο δυάδας· τὸ μὲν γὰρ ‘οὐράνιον’ καὶ τὸ ‘πηγὸν’ γένος προσηγόρευσε, τὸ δὲ ‘ἔνυδρον’ καὶ τὸ ‘πεζόν’ εἶδος, ὡς ὑφεμένην ἔχονταν τούτων πρὸς ἐκεῖνα τάξιν, ὥσπερ καὶ τὸ εἶδος τοῦ γένους. καὶ μὴν κἀκεῖνο δεῖ θεωρεῖν, ὅτι τὴν τοῦ πυρὸς παρῆχε χώραν ἐν τούτοις, διότι τὸ θεῖον γένος τὴν ἀκρότητα περιέχει τοῦ πυρὸς κατὰ τὴν ἑαυτοῦ σύστασιν· καὶ γὰρ μόνον τὸ πῦρ τῶν ὑπὸ σελήνην σωμάτων οὐδέποτε ἐστιν, ἀλλὰ κατὰ μόνην μεταβολὴν ὑφέστηκεν, ἀεὶ τροφῆς δεόμενον τοῦ ἀέρος καὶ τοῦ ὕδατος, ὄντων μετὰ τὴν γένεσιν, καὶ μόνον οὐκ ἔχει τόπον οἰκεῖον· ἔστι γὰρ ὡς πυρὶ τόπος οἰκεῖος ὁ ἄνω· οὔτε δὲ ἐκεῖ ἐστιν (ἢ γὰρ ἂν ἑωράτο φύσει ὁρατὸν ὄν), οὔτε ἀφικνεῖται ἐκεῖσε, σβεννύμενον ὑπὸ τοῦ πέριξ ἀέρος ὄντος ἀνομοίου. εἰ οὖν δεῖ καὶ ὁλότητα εἶναι πυρὸς καὶ εἶναι πον αὐτό, εἶδος ἔχον, ἀλλὰ μὴ ἐν τῷ γίνεσθαι μόνον ὑφεστώς, οὐκ ἔστι δὲ τὸ ὑπὸ σελήνην πῦρ τοιοῦτον, μόνως ἂν εἴη πῦρ ἐν τῷ οὐρανῷ καὶ μόνον οἷόν ἐστι καὶ τὸν οἰκεῖον τόπον ἀεὶ κατέχον· ἢ γὰρ ἐπὶ τὸ ἄνω κίνησις οὐκ ἔστι τοῦ κατὰ φύσιν ἔχοντος πυρός, ἀλλὰ μόνως τοῦ παρὰ φύσιν. οὕτω δὲ καὶ ὁ ἱερὸς λόγος ὁ παρὰ Χαλδαίοις [or. chald. 33²] συνάπτει τοῖς μηναιίοις καναχισμοῖς τὰ ἀέρια, τῷ πυρὶ τὸ οὐράνιον ἀποιέων κατὰ τὴν τῶν στοιχείων εἰς τὸν κόσμον διαίρεσιν· τὸ γὰρ ἐν τῇ γενέσει πῦρ ἀπόρροιά τις ἐστὶ τοῦ οὐρανίου πυρὸς καὶ ἐστιν ἐν τοῖς κοιλάμασι τῶν ἄλλων στοιχείων, αὕτη δὲ καθ’ αὐτὴν σφαῖρα πυρὸς οὐκ ἐστιν, ἀλλὰ τοῦ ἀέρος τὰ ἄκρα τὴν καθαρότητα μιμεῖται τοῦ ἄνω πυρός. καὶ ταῦτα λέγομεν πῷ ὑποσέληνον καὶ πυρὸς τόπον τὸν ὑπὸ τῷ οὐρανῷ· καὶ γὰρ ἐστιν ὁμοιότατον ἐκεῖνο πρὸς τὸ οὐράνιον βάθος, ὥσπερ τὸ πέρας τοῦ ἀέρος πρὸς τὸ ὕδωρ, παχὺ καὶ ὀμιχλώδες ὄν. οὕτω δὲ διανοηθεὶς καὶ ὁ Ἀριστοτέλης [de mund. 2. 392ᵃ 5ss], ὡς δοκεν, ἡξίωσε τὸ μὲν ἐνταῦθα πῦρ οὕτω καλεῖν, τὸ δὲ ὑπὸ τὸν οὐρανὸν εὐθὺς, ὅ δὴ καὶ συμπεριφέρεσθαι λέγει

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
