# In Platonis Timaeum Commentaria 3.135.1

Proclus, In Platonis Timaeum Commentaria, 3.135.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.135.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.135.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40AB] 119 ροῦσαν ἀεὶ τάξεως. διὰ τοῦτο δὲ ἄρα καὶ τὸν Ἡφαίστον ὑμνοῦντες τοῦ οὐρανοῦ ποιητὴν συνάπτουσιν αὐτῷ τὴν Ἀγλαΐαν ὡς ἀγλαΐζοντι πάντα τὸν οὐρανὸν διὰ τῆς τῶν ἀστρῶν ποικιλίας. καὶ πάλιν τῷ μὲν πλανωμένῳ τὴν Δίκην ἐφιστᾶσι τῶν Ῥοῶν ὡς ὀφειλοῦσαν τὴν ἀνωμαλίαν κατὰ λόγον εἰς ὁμαλότητα περιάγειν, τὴν δὲ Θάλειαν τῶν Χαρίτων ὡς τὰς ζωὰς αὐτῶν ἀειθαλεῖς ἀποτελοῦσαν, τῷ δὲ ὑπὸ σελήνην τὴν μὲν Εἰρήνην ὡς τὸν πόλεμον τῶν στοιχείων ἐξιωμένην, τὴν δὲ Εὐφροσύνην τῶν Χαρίτων ὡς ἐκάστοις ἐνδιδοῦσαν ὀρατῶν τε τῆς κατὰ φύσιν ἐνεργείας. Κινήσεις δὲ δύο προσήψεν ἕκαστῳ, τὴν μὲν ἐν ταύτῳ κατὰ ταῦτά περὶ τῶν αὐτῶν ἀεὶ ταύτῳν ἑαυτῷ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τῆς ταύτου καὶ ὁμοίου περιφορᾶς κρατουμένῃ· τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστῶς, ἵνα ὡς ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον [40AB]. Ὁ περὶ τῆς κινήσεως λόγος ἐπόμενός ἐστι τῷ περὶ τῆς ψυχώσεως· διότι γὰρ ἕκαστον τῶν ἀστρῶν ἐψύχωται, διὰ τοῦτο καὶ κίνησιν οἰκεῖαν ἔλαχεν· ἀρχὴ γὰρ ἡ ψυχὴ κινήσεως. ἐπὶ δὲ συνήρτηται τῇ περὶ τοῦ σχήματος θεωρίᾳ· τὸ γὰρ οἰκεῖον ἔχον σχῆμα κυκλικὸν καὶ τοῦτο παραδεξάμενον ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἀνάγκη καὶ ἐνέργειαν ἔχειν οἰκεῖαν τῷ σχήματι καὶ κυκλικὴν φοράν· πᾶν μὲν γὰρ σῶμα φυσικὸν κινεῖται καθ’ αὐτὸ καὶ οὐ κατὰ συμβεβηκός, ἐπείπερ ἡ φύσις ἀρχὴ κινήσεως καὶ μεταβολῆς, ἐν ᾧ ἐστι πρώτως καθ’ αὐτὸ καὶ οὐ κατὰ συμβεβηκός. τὸ δὲ ἀστρόφον σῶμα πάσας μὲν τὰς ἄλλας κινήσεις ἀκίνητόν ἐστιν ἅτε τὸν πάντα χρόνον αἰδίον , μόνην δὲ τὴν κατὰ τόπον ἐπιδέχεσθαι δυνατόν, καὶ ταύτης τὴν κυκλικήν, ὡς ἐν τῷ ἑαυτοῦ τόπῳ κινούμενον. ἐπὶ δέ, ὅ καὶ πρότερον ἔφην [p. 117, 10ss],

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
