# In Platonis Timaeum Commentaria 3.137.2

Proclus, In Platonis Timaeum Commentaria, 3.137.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.137.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.137.2

Δεῖ τοίνυν καὶ τῶν λέξεων ποιεῖσθαι τὴν διαίρεσιν ἐπομένην τοῖς δόγμασι τούτοις τὸν τρόπον τοῦτον. ἑκάστῳ τῶν ἄστρων δύο δέδωκε κινήσεις, τὴν μὲν ἐν τῷ αὐτῷ κατὰ ταῦτά, ταύτην λέγοντας τὴν περὶ τὸ οἰκεῖον κέντρον τοῦ ἄστρου, καὶ ὑποστίζαντας ἐπάγειν περὶ τῶν αὐτῶν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ (δέδωκε γὰρ τὴν σωματικὴν τὴν περὶ τὸ οἰκεῖον κέντρον ἑκάστῳ δεδωκὼς καὶ τὴν ψυχικὴν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ), ταύτην λέγοντας τὴν ψυχικὴν διανοητικὴν οὐσίαν τῶν ὄντων ἀεὶ [δηλον] (τοῦτο γὰρ δηλοῖ τὸ περὶ τῶν αὐτῶν καὶ ταὐτόν· οὐ γὰρ ἄλλοτε ἄλλα διανοεῖται περὶ τῶν αὐτῶν, ὅπερ ἡμεῖς πάσχομεν ἢ ἀφιστάμενοι τῶν νοουμένων ἢ οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διανοούμενοι)· καὶ αὖθις ἐπὶ τῆς λοιπῆς τὴν δὲ εἰς τὸ πρόσθεν, <ταύτην> λέγοντας τὴν σωματικήν, καθ’ ἣν ὅλον ἐκ τόπου μέτεισιν· εἴθ’ ὑποστίζαντας ἐπιφέρειν ὑπὸ τῆς ταύτοῦ καὶ ὁμοίου φορᾶς κρατουμένῳ, ταύτοῦ καὶ ὁμοίου φορᾶς λέγοντας τὴν κίνησιν τοῦ ταύτοῦ κύκλου τῆς ὅλης ψυχῆς, ὑφ’ ἧς κρατουμένη καὶ ἡ ἑκάστου τῶν ἄστρων ψυχὴ καὶ μιμουμένη κινεῖται εἰς τὸ ἑαυτῆς πρόσθεν, ὅπερ ἐστὶ τὸ ὄντως <ὄν>, συναγομένη ταῖς ἐκείνης νοεραῖς ἐνεργείαις καὶ συνεξομοιοῦσα ἑαυτὴν ταῖς περιόδοις αὐτῆς ταῖς θείαις. ὅτι δὴ ἡ εἰς τὸ πρόσθεν κίνησις μόνοις ὑπάρχει τοῖς ὅλοις μεθισταμένοις τόπον ἐκ τόπου, δηλον· ὥστε τὰ μὲν ἄστρα κινοῖτ’ ἂν εἰς τὸ πρόσω, ἡ δὲ ἀπλανὴς οὐκέτ’, ἀλλὰ κύκλῳ μόνον, οὕτω δὲ καὶ τὰ πλανώμενα, οὐκέτι δὲ <αἱ σφαῖραι> αἱ πλανώμεναι. Πάλιν τοίνυν ἀπὸ τοῦ ἀριθμοῦ τῶν κινήσεων τὴν τάξιν τῶν πραγ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
