# In Platonis Timaeum Commentaria 3.138.1

Proclus, In Platonis Timaeum Commentaria, 3.138.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.138.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.138.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40AB] μάτων κατίδωμεν· μονοειδὴς μὲν γὰρ ἐστὶ κίνησις ἡ τοῦ παντός, δυοειδὴς δὲ ἡ τῶν ἀπλανῶν, πολυειδὴς δὲ καὶ ἀόριστος ἡ τῶν ὑπὸ σελήνην, ἐπεὶ καὶ τῶν πλανωμένων ἑκάστη μονοειδὴ κινεῖται κίνησιν, ἀλλ’ ἡ σύμμιξις τῶν πολυλῶν περιόδων, τῆς τε οἰκείας ἑκάστης καὶ τῆς μετὰ τοῦ ἀπλανοῦς, ποικίλην ἀπεργάζεται τὴν φοράν· ἔδει γὰρ ἐν τῷ οὐρανῷ προειληφθαι τῆς ποικιλίας αἰτίαν καὶ τῆς ἐναντιώσεως τὰς ἀρχάς· ἢ πῶς περιέξει τὴν γένεσιν ὁ οὐρανός, πῶς δὲ ποδηγετήσει τὴν μεταβολὴν τῶν ὑπὸ σελήνην στοιχείων μὴ περιέχων ἐν ἑαυτῷ τὴν τῆς ἐναντιώσεως ; ἐπειδὴ δὲ ἄυλος ὡς ἐν αἰσθητοῖς ἐστιν, οὐ μάχεται τὰ ἐναντία ἐν αὐτῷ οὐδὲ στασιάζει πρὸς ἀλλήλα, συνυπάρχει δὲ ἀλλήλοις, καὶ τὸ αὐτὸ κινεῖται τὰς διττὰς περιφοράς· καὶ οὖ τὴν μὲν καθ’ αὐτό, τὴν δὲ κατὰ συμβεβηκός, εἰ δεῖ τὸ δοκοῦν λέγειν, ἀλλ’ ἀμφοτέρας καθ’ αὐτό· τί γὰρ ἐστιν ἐκεῖ συμβεβηκὸς ἀπάντων ἄυλων ὄντων καὶ πάντων ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένων; καὶ τὸ σχῆμα οὖν οὐσιώδες ἐκεῖ καὶ ἡ κίνησις. ἐπειδὴ δ’ οὖν ἄυλός ἐστι (ταύτην λέγω τὴν ὅλην τὴν ἀνέδραστον καὶ νόθον κάλλος κεκτημένην, αἴσχος δὲ οὖσαν αὐτήν), ὁ οὐρανὸς καὶ τὰς ἐναντίας κινήσεις ἅμα συνελίμφεν· ἔξω γὰρ ὄντα τῆς ὅλης ταύτης τῆς οὐδὲν στεγούσης τὰ ἐναντία σύνδρομά ἐστι καὶ ἡνοσται ἀλλήλοις, ἐν δὲ τῇ ὕλῃ μάχεται μὴ δυναμένη καταδέξασθαι διὰ τὴν αὐτῆς ἀσθένειαν τὴν ἀμφοτέρων τῶν εἴδων παρουσίαν. ταῦτα μὲν οὖν περὶ τῶν κινήσεων εἰρήσθω. Ποίας δὲ πέντε κινήσεις ἀφείλε τῶν ἀπλανῶν; πρόδηλον, ὅτι τὴν ἄνω καὶ κάτω καὶ τὴν ἐπὶ τὸ ὀπίσω καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· τῆς μὲν γὰρ ἀπλανοῦς τὰς ἕξ ἤδη πρότερον [34A] ἀφείλε, τοὺς δὲ ἄστρους τὴν εἰς τὸ πρόσθεν δέδωκεν, ἵνα καὶ τὴν τοῦ ὅλου κινῆται κίνησιν, τοὺς δὲ πλάνησιν οὐ τὴν εἰς τὸ πρόσθεν μόνην, ἀλλὰ καὶ τὴν εἰς τὰ ἑπόμενα· κατὰ γὰρ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
