# In Platonis Timaeum Commentaria 3.139.3

Proclus, In Platonis Timaeum Commentaria, 3.139.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.139.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.139.3

28 εἰς τὸ ὀπίσω D 5 γὰρ φησιν Ἀριστοτέλης, ἡ τοῦ ἀρίστου κίνησις ἀρίστη ἐστί. διὸ τῶν μὲν ἄλλων ἡ τοπικὴ κρείττων, τῶν δὲ τοπικῶν πρώτη μὲν ἡ κύκλω, δευτέρα δὲ ἡ ἐπὶ τὸ πρόσω· τοῖς γὰρ ἀπλανέσιν ὑπάρχει καὶ αὕτη, τὰς δὲ πέντε κινήσεις ἕκαστον αὐτῶν ἀκίνητόν ἐστι καὶ ἔστως· ἄμφω γὰρ εἶπεν ὁ Πλάτων, ἵνα μὴ τὴν ἀκινησίαν πάρεσιν εἶναι νομίσης καὶ ἀργίαν καὶ στέρησιν, ἀλλὰ δι᾿ ὑπεροχὴν αὐτὴν ὑπολάβῃς ὑπάρχειν τοῖς οὐρανίοις. δηλοῖ δὲ καὶ τὸ ἕξης· ἵνα γὰρ, φησίν, ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον· εἰ γὰρ τοῦ κάλλους τῆς τῶν οὐρανίων τάξεως καὶ τοῦ ἀγαθοῦ στοχάζεται ἡ ἀκινησία τῶν πέντε κινήσεων, οὐκ ἔστιν ἄζωΐα καὶ στέρησις, ἀλλὰ δύναμις κρατητικὴ τῆς ποικιλίας· ὁ μὲν γὰρ τῆς ἀπλανοῦς κύκλος πᾶσαν περιέχει κίνησιν ὁπωσοῦν ἐπιτελουμένην, ἡ δὲ εἰς τὸ πρόσω τοῖς ἄστροις προστεθεῖσα δῆλον ὡς ἀρχὴν ταύτην ἐμφαίνει τῆς εὐθυπορίας, ἡ δὲ ποικιλία τῶν πλανωμένων πᾶσαν ποδηγετεῖ τὴν τῆς γενέσεως ἀοριστίαν, ἅτε προσεχῶς αὐτὴν κινοῦσα ταῖς ἑαυτῆς ἀνελίξεσι παντοίαις. ὁ μὲν οὖν Πλάτων τοιαύτην κίνησιν ἀποδέδωκε τοῖς ἀπλανέσιν. Ὀσοὶ δὲ καὶ τούτους ἐπὶ τὰ ἕπόμενα κινοῦσι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους δι᾿ ἑκατὸν ἔτῶν μοῖραν μίαν, ὡς Πτολεμαῖος καὶ Ἰππαρχος πρὸ τούτου, τηρήσεσι πιστεύσαντες, πρῶτον μὲν ἵστωσαν, ὅτι καὶ Αἰγύπτιοι πρὸ αὐτῶν τηρήσεσι χρησάμενοι καὶ ἔτι πολλῷ πρότερον Χαλδαῖοι καὶ πρὸ τῶν τηρήσεων ὑπὸ θεῶν διδαχθέντες ὁμοίως Πλάτωνι περὶ τῆς τῶν ἀπλανῶν κινήσεως ἔδοξασαν· καὶ γὰρ τὰ λόγια τῶν ἀστέρων τὸ προπόρευμα τῶν ἀπλανῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις λέγοντα [or. chald. 34]·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
