# In Platonis Timaeum Commentaria 3.140.2-3.141.26

Proclus, In Platonis Timaeum Commentaria, 3.140.2 to 3.141.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.140.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.140.2

μηναιὸν τε δρόμημα καὶ ἀστέριον προπόρευμα καὶ πάλιν· ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη· τὴν εἰς τὸ πρόσθεν κίνησιν αὐτοῖς ἀποδίδωσι καὶ ὁ Θεουργὸς ἐν Τοῖς ᾿Υφηγητικοῖς [or. chald. 38s] λέγων περὶ τοῦ τρίτου πατρὸς· ἔπηξε δὲ καὶ πολὺν ὄμιλον ἀστέρων 15 προτεθεῖσα 5 : προστιθεῖσα D 31 cf. or. chald. 64, 6 ἀπλανῶν, τὸ πῦρ πρὸς τὸ πῦρ ἀναγκάσας πήξει πλάνην οὐκ ἔχουση φέρεσθαι· σαφῶς ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μαρ- τυρεῖ κινεῖσθαι τοὺς ἀπλανεῖς, ὥστε δι’ ἀμφοτέρων εἶναι πιστὴν τὴν Πλάτωνος δόξαν. Πρὸς δὲ τούτοις καὶ τὰ φαινόμενα τοὺς ἔχοντας ὄμματα πείθειν ἰκανά· δῆλον γάρ, ὅτι περὶ τοὺς πόλους τοῦ ζῳδιακοῦ κινουμένων αὐτῶν εἰς τὰ ἑπόμενα καὶ τῆς Ἀρκτοῦ δύνειν ἐν τούτοις ἔδει τοῖς τόποις οὐκ ὀλίγον, ἀπὸ τῶν Ὁμήρου χρόνων ἀειφανοῦς λεγόμενης, οὕτως, ὥσπερ καὶ νῦν πλείονας μοῖρας κεινη- σθαι τῶν πεντεκαίδεκα, καὶ οὐ περὶ τὸν τοῦ ἰσημερινοῦ πόλον καὶ τὸν Κάνωβον μηκέτι φαίνεσθαι βραχεῖαν μὲν ὑπὲρ τὸν ὁρίζοντα ποιοῦντα περίοδον τοῖς ἐν τῷ τρίτῳ κλίματι, τοῖς δὲ ἐν Ῥόδῳ παραξέοντα τὸν ὁρίζοντα, καθάπερ λέγει Ποσειδώνιος. ἀλλὰ μὴν καὶ ἡ Ἀρκτος ἀειφανὴς καὶ ὁ Κάνωβος τὴν αὐτὴν φυλάττει θέσιν. οὐκ ἄρα ἀλη- θὴς ἡ θρυλουμένη παρ’ αὐτοῖς ἐπὶ τὰ ἑπόμενα τῶν ἀπλα- νῶν κίνησις. εἰ δὲ καὶ τὰς ψηφηφορίας τῆς τῶν πλανω- μένων κινήσεως καὶ τὰς ἐκθέσεις τῶν γενέσεων ὡς ταύτην κινουμένων τὴν ἐπὶ τὰ ἑπόμενα κίνησιν τῶν ἀπλανῶν συμ- παραλαμβάνοντες σύμφωνα λέγειν οἴονται τοῖς φαινομένοις, ῥητέον πρὸς αὐτούς, ὅτι καὶ οἷς οὐκ ἀρέσκει ταύτην κινεῖ- σθαι τοὺς ἀπλανεῖς τὴν κίνησιν καὶ ἐκεῖνοι διαφερόντως συμφωνοῦσι τοῖς φαινομένοις, καὶ περὶ τῶν ἐν τοῖς πλά- νησι κινήσεων κανόνας ἐκδεδωκότες καὶ περὶ τὰ κατὰ γε- νεθλιαλογίαν σπουδάσαντες οὐδὲν δεηθέντες καὶ ταύτην συμπααραλαβεῖν εἰς τὴν τῶν κανόνων ἐκθεσιν ἢ τὴν τῶν γενέσεων εὑρεσιν, οἷους γεγονέναι μάλιστα ἂν εἴποιμι Χαλ- δαίους, ὧν καὶ αἱ τηρήσεις ὅλων ἦσαν κοσμικῶν περιόδων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
