# In Platonis Timaeum Commentaria 3.148.2

Proclus, In Platonis Timaeum Commentaria, 3.148.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.148.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.148.2

ἄλλους, ὧν αἱ βίβλοι πλήρεις εἰσὶ τῶν θεολόγων καὶ τῶν θεουργῶν· ἐξ ὧν ἀπάντων δῆλον, ὅπως ἀλήθης καὶ τῶν πλανωμένων ἕκαστον ἀγελάχηγν εἶναι πολλῶν θεῶν συμπληρούντων αὐτοῦ τὴν ἰδίαν περιφοράν. ταῦτα μὲν οὖν ταύτῃ διαλύσομεν. Ἐν δὲ ἐκεῖνο χρή συλλογίζεσθαι διὰ τῶν εἰρημένων, ὅτι τὰ ἀπλανῆ κατὰ Πλάτωνα τῶν πλανωμένων ἐστὶν οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ ἀξίᾳ κρείττονα· τὰ μὲν γὰρ ἐντεθῆναι φησι [40A] τῇ ταυτοῦ κύκλῳ φρονήσει, τὰ δὲ ταῖς περιφοραῖς, ἃς ἡ θάτερου περίοδος ἤλειν [38C], ὡς τὰ μὲν μόνη συζῶντα τῇ ταυτοῦ νοερᾷ ζωῇ, τὰ δὲ καὶ τῇ θάτερου περιφορᾷ· πάντως μὲν γὰρ καὶ ἐκείνη, διότι καὶ αὐτὰ συμπεριφέρεται τῇ ἀπλανεῖ καθάπερ καὶ τὰ ἀπλανῆ, μετὰ δὲ τοῦ καὶ τῇ θάτερου περιόδῳ συμπεριάγεσθαι. εἰ οὖν τὰ μὲν αὐτόθεν ἐκείνης μετέχει τῆς θειοτέρας, τὰ δὲ διὰ μέσης τῆς καταδεεστέρας, ἀνάγκη δήπου τὰ μὲν εἶναι κρείττονος ἀξίας, τὰ δὲ καταδεεστέρας. εἰκασίν οὖν, εἴ τι δεῖ τεκμαίρεσθαι διὰ τούτων, αἱ μὲν τῶν ἀπλανῶν ψυχαί, κἂν ἔχωσιν ἀμφοτέρους τοὺς κύκλους (ἔχουσι δέ, εἴπερ καὶ αἱ ἡμέτεραι τὸν ταυτοῦ καὶ τὸν θάτερον, καθάπερ αὐτὸς φησί), μᾶλλον ζῆν κατὰ τὸν ταυτοῦ καὶ διὰ τοῦτο μᾶλλον συζῆν τῷ ὁμοίῳ τῆς ὅλης ψυχῆς, αἱ δὲ τῶν πλανωμένων μᾶλλον κατὰ τὸν θάτερον, διὸ καὶ ποικίλας κινεῖσθαι τὰ σώματα αὐτῶν κινήσεις καὶ ἐντίθεσθαι ταῖς τοῦ θάτερου περιφοραῖς. καὶ ἔχει ἄν ταῦτα λόγον τοῖς εἰς μόνας αὐτῶν βλέπουσι τὰς κινήσεις, ὅ δὴ τῆς φυσικῆς ἐστι θεωρίας ἴδιον, οὕτω καὶ τοῦ θεουργοῦ διδάξαντος ἡμᾶς περὶ τε τῶν ἀστρῶν καὶ τῶν πλανωμένων φρονεῖν· περὶ μὲν γε τῶν ἀπλανῶν τῆς δημιουργίας λέγων φησίν· ἐπηξε δὲ καὶ πολὺν ὁμιλὸν ἀστέρων ἀπλανῶν μὴ τάσει ἐπιπόνῳ πονηρᾷ, πῆξει δὲ πλάνην οὐκ ἔχούσῃ χωμένων (τὴν ἐν τῷ αὐτῷ δήπου κατὰ τὰ αὐτὰ κίνησιν αὐτῶν δηλῶν διὰ τῆς πῆξεως)· περὶ δὲ τῶν πλανωμένων, ὅτι ἐξ αὐτῶν ὑπέστησεν ἕβδομον ἡλίον μεσεμβολήσας πῦρ, τὸ ἄτακτον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
