# In Platonis Timaeum Commentaria 3.151.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.151.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.151.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.151.1-2

πρόεισι μὲν οὖν ἡ γῆ πρῶτως ἀπὸ τε τῆς νοητῆς γῆς τῆς ἐνιαίως πάντας περιεχούσης τοὺς νοητοὺς διακόσμους τῶν θεῶν καὶ ἐνιδρυμένης τῷ πατρὶ διαιωνίως καὶ τῆς νοερᾶς τῆς τῷ οὐρανῷ συντεταγμένης καὶ πάσας ὑποδεχομένης τὰς τοῦ οὐρανοῦ ποιήσεις· ἐκείναις γὰρ ἀνὰ λόγον καὶ αὐτὴ μένουσα ἀιδία ὡς ἐν τῷ κέντρῳ τοῦ οὐρανοῦ καὶ πανταχόθεν ὑπ’ αὐτοῦ συνεχομένη πλήρης ἐστὶ γεννητικῆς δυνάμεως καὶ τελειότητος δημιουργικῆς. ἔστι δὲ ἄρα ἡ ὡς ἀληθῶς γῆ οὔτε ὁ σωματοειδὴς οὗτος καὶ παχύς ὄγκος (οὐ γὰρ ἂν εἴη πρεσβυτάτη θεῶν διὰ τὸν ὄγκον οὔδὲ πρώτη τῶν ἐντὸς οὐρανοῦ τεταγμένων), οὔτ’ ἡ ψυχὴ τοῦδε τοῦ σώματος (οὐ γὰρ ἂν εἴη περὶ τὸν διὰ παντὸς τεταμένον πόλον)· οὐ γὰρ ἡ ψυχὴ τοιοῦτον, ἀλλὰ τὸ σῶμα τῆς γῆς· ἀλλ’ εἰ δεῖ τὸ ἀληθέστατον περὶ αὐτῆς εἰπεῖν, ζῷόν ἐστιν ἐκ ψυχῆς θείας καὶ σώματος ζῶντος· διὸ καὶ τὸ ὅλον ζῷόν ἐστιν, ὡς φησιν ὁ Πλάτων· ἔστι γὰρ ἐν αὐτῷ νοῦς ἄυλος καὶ χωριστὸς ἐν ταύτῳ συνέχων καὶ τόνδε τὸν ὄγκον καὶ ψυχὴ θεία περὶ τόνδε χορεύουσα τὸν νοῦν καὶ σῶμα αἰθέριον προσεχῶς ἐξηρτημένον ἀπὸ τῆς ψυχῆς καὶ τελευταῖος οὗτος ὁ φαινόμενος ὄγκος, ἐμπνεόμενος πανταχόθεν ὑπὸ τοῦ ὀχήματος αὐτῆς καὶ ζωῆς πληρούμενος, ἀφ’ ἧς καὶ γεννᾷ καὶ τρέφει ζῷα παντοῖα, τὰ μὲν [γὰρ] ἐν αὐτῇ κατερριζωμένα, τὰ δὲ κινούμενα περὶ αὐτήν. καὶ τοῦτό γε καὶ ὁ Ἀριστοτέλης ἰδὼν ἠσχύνη μὴ οὐχὶ ζωὴν αὐτῇ δοῦναι φυσικὴν· πόθεν γὰρ ἐν γῇ μὲν ἔτι μένοντα τὰ φυτὰ ζῇ, ἀποσπασθέντα δὲ νεκροῦται, μὴ καὶ τοῦδε τοῦ ὄγκου τῆς γῆς ζωῆς ὄντος πλήρους; δεῖ δὲ καὶ καθ’ ὅλον λαμβάνειν, ὅτι τὰ ὅλα πρὸ τῶν μερῶν ἐψύχωται· γελοῖον γὰρ, εἰ ἄνθρωπος μὲν μετέχει καὶ ψυχῆς λογικῆς καὶ νοῦ, τῇ δὲ γῇ καὶ τῷ ἀέρι μηδεμίαν ἀποδοίη ψυχὴν ἄνωθεν ἐποχομένην καὶ διακυβερνῶσαν τὰ στοιχεῖα καὶ ἐν οἰκείοις ὄροις φυλάττουσαν· τὰ γὰρ ὅλα κυριώτερα τῶν μερῶν καὶ τὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
