# In Platonis Timaeum Commentaria 3.151.1

Proclus, In Platonis Timaeum Commentaria, 3.151.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.151.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.151.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] πρόεισι μὲν οὖν ἡ γῆ πρῶτος ἀπὸ τε τῆς νοητῆς γῆς τῆς ἐνιαίως πάντας περιεχούσης τοὺς νοητοὺς διακόσμους τῶν θεῶν καὶ ἐνιδρυμένης τῷ πατρὶ διαιωνίως καὶ τῆς νοερᾶς τῆς τῷ οὐρανῷ συντεταγμένης καὶ πάσας ὑποδεχομένης τὰς τοῦ οὐρανοῦ ποιήσεις· ἐκείναις γὰρ ἀνὰ λόγον καὶ αὐτὴ μένουσα ἀυτία ὡς ἐν τῷ κέντρῳ τοῦ οὐρανοῦ καὶ παντα- 5 χόθεν ὑπ’ αὐτοῦ συνεχόμενη πλήρης ἐστὶ γεννητικῆς δυνάμεως καὶ τελειότητος δημιουργικῆς. ἔστι δὲ ἄρα ἡ ὡς ἀληθῶς γῆ οὔτε ὁ σωματειδὴς οὗτος καὶ παχύς ὄγκος (οὐ γὰρ 10 ἂν εἴη πρεσβυτάτη θεῶν διὰ τὸν ὄγκον οὔδε πρώτη τῶν ἐντὸς οὐρανοῦ τεταγμένων), οὔτε ἡ ψυχὴ τοῦδε τοῦ σώματος (οὐ γὰρ ἂν εἴη περὶ τὸν διὰ παντὸς τεταμένον πόλον)· οὐ γὰρ ἡ ψυχὴ τοιούτον, ἀλλὰ τὸ σῶμα τῆς γῆς· ἀλλ’ εἰ δεῖ τὸ ἀληθέστατον περὶ αὐτῆς εἰπεῖν, 15 ζῷον ἐστὶν ἐκ ψυχῆς θείας καὶ σώματος ζῶντος· διὸ καὶ τὸ ὅλον ζῷον ἐστιν, ὡς φησὶν ὁ Πλάτων· ἔστι γὰρ ἐν αὐτῷ νοῦς ἄυλος καὶ χωριστὸς ἐν ταύτῳ συνεχὼν καὶ τόνδε τὸν ὄγκον καὶ ψυχὴ θεία περὶ τόνδε χορεύουσα τὸν νοῦν καὶ σῶμα αἰθέριον προσεχῶς ἐξηρηγμένον ἀπὸ τῆς ψυχῆς καὶ 20 τελευταῖος οὗτος ὁ φαινόμενος ὄγκος, ἐμπνεόμενος πανταχόθεν ὑπὸ τοῦ ὀρήματος αὐτῆς καὶ ζωῆς πληρούμενος, ἄφ’ ἧς καὶ γεννᾷ καὶ τρέφει ζῷα παντοῖα, τὰ μὲν [γὰρ] ἐν αὐτῇ κατεργιζόμενα, τὰ δὲ κινοῦμενα περὶ αὐτήν. καὶ τοῦτο γε καὶ ὁ Ἀριστοτέλης ἰδὼν ἠσχύνη μὴ οὐχὶ ζῷην αὐτῇ 25 δοῦναι φυσικήν· πόθεν γὰρ ἐν γῇ μὲν ἐτι μένοντα τὰ φυτὰ ζῇ, ἀποσπασθέντα δὲ νεκροῦνται, μὴ καὶ τοῦδε τοῦ ὄγκου τῆς γῆς ζωῆς ὄντος πλήρους; δεῖ δὲ καὶ ὅλον λαμβάνειν, ὅτι τὰ ὅλα πρὸ τῶν μερῶν ἐφύχονται· γελιῶν γάρ, εἰ ἄνθρωπος μὲν μετέχει καὶ ψυχῆς λογικῆς καὶ νοῦ, τῇ δὲ 30 γῇ καὶ τῷ ἀέρι μηδεμίαν ἀποδοὴν ψυχὴν ἄνωθεν ἐποχοῦμένην καὶ διακυβερῶσαν τὰ στοιχεῖα καὶ ἐν οἰκείοις ὅροις φυλάττουσαν· τὰ γὰρ ὅλα κυριώτερα τῶν μερῶν καὶ τὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
