# In Platonis Timaeum Commentaria 3.152.2

Proclus, In Platonis Timaeum Commentaria, 3.152.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.152.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.152.2

ἄλδια τῶν φθαρτῶν, οὐδὲν δὲ τίμιον ἄνευ ψυχῆς, ὡς φησι καὶ ὁ Θεόφραστος. ἀναγκαῖον ἄρα καὶ ψυχὴν [ἐν] τῇ γῇ διδόναι καὶ νοῦν, τὴν μὲν γόνιμον αὐτὴν ποιοῦσαν, τὸν δὲ συνέχοντα αὐτὴν ἐν τῷ μέσῳ τοῦ παντός. αὕτη τὸν μὲν οὖν ἡ γῆ, ζῶν οὖσα θεῶν καὶ πλήρωμα νοερῶν τε καὶ ψυχικῶν οὐσιῶν ἄυλων τε δυνάμεων (εἰ γὰρ τὴν μερικὴν ψυχὴν μετὰ τοῦ ἰδίου ὀχήματος ἐνὶλῳ σώματι πλεονάζειν φαμέν, ὡς ἐν ἄλλοις δέδεικται, τί χρὴ οἴεσθαι περὶ θείας οὕτω ψυχῆς; ἢ ὅτι πολλῷ πρότερον ταύτης διὰ μέσων ἄλλων ὀχημάτων ἀποκρέμαται τὰ ἐμφανῆ σώματα, δι’ ὧν ἐλλάμψεις καὶ ταῦτα δέχεσθαι δυνατόν) τοιαύτη δ’ οὖν οὖσα λέγεται τροφὸς ἡμετέρα πρῶτον μὲν ὡς τῷ οὐρανῷ δύναμιν ἔχουσα πᾶς ἀνθρώπων, καὶ ὅσπερ ἐκεῖνος ζῶν ἦν θεῖον περιεκτικός, οὕτω καὶ αὕτη γήινα φαίνεται περιέχουσα ζῶα, δεύτερον δὲ ὡς ἐμπνέουσα τὰς ζωὰς τὰς ἡμετέρας ἀπὸ τῆς οἰκείας ζωῆς· οὐ γὰρ μόνον καρποὺς ἀνίησι καὶ τρέφει τὰ σώματα ἡμῶν διὰ τούτων, ἀλλὰ καὶ τὰς ψυχὰς ἀποπληροῖ τῶν ἑαυτῆς ἐλλάμψεων· ζῶν γὰρ οὖσα θεῖον καὶ ἡμᾶς γενησαμένη ζῶα μερικὰ γενομένας διὰ μὲν τοῦ σώματος ἑαυτῆς τρέφει καὶ συνέχει τὸν ἡμέτερον ὄγκον, ἀπὸ δὲ τῆς οἰκείας ψυχῆς τελειοῖ τὴν ἡμετέραν ψυχὴν, κατὰ δὲ τὸν νοῦν τὸν ἑαυτῆς ἀνεγείρει τὸν ἐν ἡμῖν νοῦν, καὶ οὕτω δὴ καθ’ ὅλην ἑαυτὴν γίνεται τροφὸς ὅλης ἡμῶν τῆς συστάσεως. ὅθεν ἐμοὶ δοκεῖν καὶ τροφὸν αὐτὴν ἡμετέραν προσειπεῖν τὴν νοερὰν αὐτῆς θρεπτικὴν ἐνέργειαν ἐνδεικνύμενος· εἰ γὰρ δὴ ἡμετέρα τροφὸς ἐστιν, οἱ δὲ ὄντως ἡμεῖς ψυχαὶ καὶ νόες, κατ’ ἐκεῖνα ἂν μάλιστα τελειουργὸς ἡμῶν εἴη, τὸν ἡμέτερον κινοῦσα νοῦν. ζῶν δὲ οὖσα θεῖον καὶ πολλῶν ζῴων μερικῶν περιληπτικὸν ἄλλεσθαι λέγεται περὶ τὸν διὰ παντὸς τεταμένον πόλον, διότι δὴ περὶ τὸν ἄξονα τοῦ παντὸς συνἔχεται καὶ συσφίγγεται· πόλος μὲν γὰρ ἐστι καὶ ὁ ἄξων, καὶ νῦν οὕτω λέγεται πόλος, διότι περὶ αὐτὸν πολεῖ τὸ πᾶν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
