# In Platonis Timaeum Commentaria 3.154.1

Proclus, In Platonis Timaeum Commentaria, 3.154.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.154.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.154.1

τοῖς στοιχείοις τὴν γῆν, καὶ ἔστιν ἀνὰ λόγον ὡς ἡ ὑπεροκόσμιος Ἑστία πρὸς τὸν μέγαν ἡγεμόνα τῶν δώδεκα θεῶν, οὕτως ἐν τοῖς ἐγκοσμίοις ἡ γῆ πρὸς τὸν οὐρανόν. εἰ δὲ δὴ καὶ πρὸς τὸν Πυθαγόρειον Τίμαιον [97 D] ἀποβλέψαιμεν, ἔτι μᾶλλον οὐκ ἂν ὑπολάβοιμεν κινεῖσθαι τὴν γῆν· λέγει γὰρ κἀκεῖνος τὰν γᾶν ἐν τῷ μέσῳ εἶναι ἰδρυμένην. ποῦ δὴ οὖν εὔλογον ἡμᾶς ἰλλομένην ἀκούσασιν εἰλουμένην καὶ στρεφομένην αὐτὴν ποιεῖν, ὡς Πλάτωνι ἀρέσκον λέγοντας; Ἡρακλείδης μὲν οὖν ὁ Ποντικός, οὐ Πλάτωνος ὢν ἀκροατής, ταύτην ἔχετω τὴν δόξαν, κινῶν κύκλῳ τὴν γῆν· Πλάτων δὲ ἀκίνητον αὐτὴν ἴστησιν. ἡ γὰρ τὸν τέλεον ἔνιαυτὸν οὐκ ἀπὸ τῶν ὀκτὼ περιόδων <ἄν> ἐποιεῖ μόνον, ἀλλὰ καὶ τὴν τῆς γῆς ἐνάτην συννηρίθμει συναποκαθιστὰς αὐτὴν ταῖς ἄλλαις καὶ ποιῶν ἐκ πασῶν μίαν πρὸς τὸν ταυτοῦ κύκλον ἀποκατάστασιν. οὕτω μὲν οὖν ἐξηγησόμεθα τὸν πόλον καὶ τὸν ἅξονα καὶ τὴν περὶ τοῦτο<ν> συνεχομένην ἐν τῷ μέσῳ γῆν. Δεῖ δὲ ἀπὸ τῶνδε τῶν λόγων ἐπὶ τὴν φύσιν μετιέναι καὶ θεωρεῖν τοὺς μὲν πόλους δυνάμεις ἐδραστικὰς καὶ συνεκτικὰς τοῦ παντός, ἀνεγειρούσας μὲν τὸν ὅλον ὄγκον εἰς ἕρωτα τῶν νοητῶν, ἀμερίστως δὲ τὸ μεριστὸν καὶ ἡνωμένως καὶ ἀδιαστάτως τὸ διαστατὸν συνεχούσας (διὸ δὴ καὶ ἐν Πολιτείᾳ [X 616C] τὰ ἄγκιστρα τῆς ἠλακάτης ἐξ ἀδάμαντος ἐποιεῖ, τὸ ἀκλινὲς αὐτῶν, ὡς εἴρηται, καὶ ἀδαμάντινον ἐνδεικνύμενος)· τὸν δὲ ἅξονα μίαν θεότητα συναγωγὸν μὲν τῶν κέντρων τοῦ παντός, συνεκτικὴν δὲ τοῦ ὅλου κόσμου, κινητικὴν δὲ τῶν θείων περιφορῶν, περὶ ἣν ἡ χορεία τῶν ὅλων, περὶ ἣν αἱ ἀνακυκλήσεις, ἀνέχουσαν τὸν ὅλον οὐρανόν, ἣν καὶ Ἀτλαντα διὰ τοῦτο προσειρήκασι, ὡς ἄτρεπτον καὶ ἄτροπον ἐνέργειαν ἔχουσαν. καὶ μέντοι καὶ τὸ τεταμένον ἐνδείκνυται Τιτή-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
