# In Platonis Timaeum Commentaria 3.159.1

Proclus, In Platonis Timaeum Commentaria, 3.159.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.159.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.159.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] ἔστι τὰ ἰδιώματα πασῶν τῶν θείων διακοσμήσεων. κατὰ ταῦτα δὴ ἡ γῆ τῶν ἄλλων πλεονεκτεῖ στοιχείων· ὥστε εἰκότως ἂν λέγοιτο πρεσβυτάτη τε καὶ πρωτίστη τῶν θεῶν. ἔτι διττὴν θεωρητέον τὴν τῶν πραγμάτων φύσιν, τὴν μὲν κατὰ πρόοδον, ἥτις ἀεὶ τὰ δεύτερα τεταγμένα καταδεέστερα ποιεῖ τῶν πρὸ αὐτῶν, τὴν δὲ κατ’ ἐπιστροφὴν, ἥ τὰ ἔσχατα συνάπτει καθ’ ὁμοιότητα τοῖς πρώτοις καὶ ἕνα κύκλον ἀποτελεῖ τῆς ὅλης ἀπογεννήσεως. καὶ ἐπειδήπερ ὁ κόσμος σφαιρικός ἐστι, τὸ δὲ τοιοῦτον σχῆμα τῶν κατ’ ἐπιστροφὴν ἴδιόν ἐστι, καὶ τὴν γῆν ἐν αὐτῷ συνάπτεόν τῷ οὐρανῷ δι’ ἑνὸς κύκλου καὶ μιᾶς ὁμοιότητος· οὕτω γὰρ καὶ τὸ κέντρον ὁμοιότατόν ἐστι τοῖς πόλοις· ὁ μὲν γὰρ οὐρανὸς πάντα περιέχει τὰ ὅλα περὶ τοὺς πόλους κινούμενος, ἡ δὲ γῆ τὴν ἐν τῷ κέντρῳ μόνην ἔλαχεν· ἔπρεπε γὰρ τῇ γενέσει τὸ ἀκίνητον εἶναι τοῦ κινουμένου πρεσβύτερον. κατὰ πάσας δὴ ταύτας τὰς ἐπιβολὰς φαίης ἂν τὴν γῆν ὡς τῷ οὐρανῷ σύστοιχον πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν· καὶ γὰρ αὐτὴ ἐντὸς οὐρανοῦ ἐστιν, ὡς ὑπ’ αὐτοῦ περιεχομένη πανταχόθεν· ὡς γὰρ τὸ πᾶν τὸ σωματικὸν ἐντὸς ἐτεκτήνατο τῆς ψυχῆς, οὕτω καὶ τὴν γῆν ἐντὸς τοῦ οὐρανοῦ δεδημιούργηκεν, ὡς ὑπ’ αὐτοῦ σφιγγομένην καὶ συνεχομένην καὶ μετ’ αὐτοῦ τὰ ὅλα δημιουργοῦσαν. ἔχει δὲ κατὰ μὲν τὸ πρώτιστον τὴν τῆς κατ’ οὐσίαν ὑπεροχῆς ἔνδειξιν, τὸ δὲ πρεσβύτατον τὴν ἀπὸ τῶν πρεσβείων, ὧν ἔλαχεν ἡ γῆ· πῶς γὰρ οὐκ ἂν εἴποις αὐτὴν μεγάλην μοῖραν ἐν τῷ κόσμῳ λαχεῖν καὶ εἶναι πολυτίμητον, ἐν ᾗ καὶ ὁ Ζανὸς πύργος καὶ ἡ τοῦ Κρόνου πρόοδος; οὐ γὰρ μόνον ὁ Τάρταρος, τὸ ἔσχατον ὧν τῆς γῆς, ὑπὸ τοῦ Κρόνου καὶ τῆς Κρονίας κατεῖληπται δυνάμεως, ἀλλὰ καὶ εἴ τι τούτου καταδεέστερον ἐπινοοῖς· καὶ γὰρ τοῦτο συνέχεται διὰ τῶν ὑποταρταρίων θεῶν, ὡς φησὶν Ὀμηρος [Σ 278s], οὐχ ὅτι τοὺς θεοὺς ἐπέκεινα τάττει τοῦ Ταρτάρου, ὡς τὰ ὅματα ἐνδείκνυται, ἀλλ’ ὅτι πανταχόθεν ὑπ’ αὐτῶν περιεῖληπται καὶ αὐτὸς ὁ Τάρταρος. ἔτι τοίνυν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
