# In Platonis Timaeum Commentaria 3.162.36

Proclus, In Platonis Timaeum Commentaria, 3.162.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.162.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.162.36

29 λεκτέον om D 30 κινεῖ D ς διαφόρως, οὐδὲν δεόμενος τῶν τοιούτων μηχανημάτων ὡς ἀναξίων τῆς θείας οὐσίας, καὶ δεῖ τὴν ποικιλίαν αὐτὴν ἐξάπτειν τῆς κινήσεως τῶν ψυχῶν, κατὰ τὴν ἐκείνων βούλησιν θάττον ἢ βραδύτερον κινουμένων τῶν σωμάτων, ἀλλ’ οὐ δι’ ἀσθένειαν, ὅπερ οἱ πολλοὶ νομίζοντες τὴν διαφορὰν ταύτην παραιτοῦνται καὶ τὴν ἀνωμαλίαν, καὶ ταύτην ἐν τεταγμένοις χρόνοις γιγνομένην, τῶν ἀστέρων αὐτῶν περὶ τε τὰ ἑαυτῶν κέντρα κινουμένων καὶ διὰ τῶν οἰκείων σφαιρῶν πορευομένων ποικίλως, ἵνα μέσοι τῶν ἀπλανῶν ὄντες καὶ τῶν κατ’ εὐθεῖαν κινουμένων μικτὴν ἔχωσι κίνησιν, εἰς ὕψος φερομένοι καὶ βάθος, καὶ προποδίζοντες αὐτοὶ καὶ ὑποποδίζοντες, καὶ πάντα ἐν χρόνοις τεταγμένως· τὰ γὰρ ἄστρα εἶπεν ἔμπροσθεν [39 D] δι’ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν (εἰ δὲ δι’ οὐρανοῦ πορεύεται, δῆλον ὅτι διὰ τοῦ τῶν σφαιρῶν κινεῖται παντοίως βάθους· τὰ γὰρ διὰ τινος πορευόμενα οὐ μένει ἐν ταυτῷ, μεταβαίνει δὲ ἀπ’ ἄλλου μέρους ἐκείνου, δι’ οὗ πορεύεται, εἰς ἄλλο τοῦ αὐτοῦ μέρους, καὶ εἰ ταῦτ’ ἐστὶ τὰ ἔχοντα τροπάς, αἱ παντοῖαι μεταβολαὶ τούτων εἰσὶν ἐν ταῖς σφαίραις τρεπομένων κατὰ τε πλάτος καὶ βάθος), τὰς δὲ δή σφαῖρας ἐπ’ ἀνατολὰς κινεῖσθαι μόνον, ἀλλ’ οὐ περὶ τοὺς αὐτοὺς τῇ ἀπλανεῖ πόλους· ἕνα μὲν γὰρ αὐτῶν ἐποίησεν ἄξονα τὴν ἀρχὴν ἐν Πολιτείᾳ [X 616Css 617C] τὸν ἄτρακτον, καὶ πόλους τοὺς τῶν ὀκτὼ σφαιρῶν τὰ ἄγκιστρα, καὶ εἶναι καὶ τούτων ὡς τῆς ἀπλανοῦς περὶ ταῦτα μίαν εἶπε κίνησιν καὶ ἀπλῆν, προϊὼν δὲ καὶ ἐκεῖ Μοῖρας ἐφεστάναι τοῖς κύκλοις εἶπε καὶ ἄλλην ἄλλως κινεῖν, ἔνταῦθα δὲ τὴν μὲν κατὰ πλευρὰν περιήγαγε, τὴν δὲ κατὰ διάμετρον, ὡς τοὺς κύκλους τῆς ψυχῆς, ἐν οἷς καὶ αὐτῶν τῶν ὅλων σφαιρῶν τὰς αἰτίας ἔθετο, διὸ κατὰ διάμετρον αὐτοὺς ἐκίνησε λοξῶς, καὶ τῶν πλανωμένων ἀστρῶν, διὸ καὶ τούτους εἶπεν ὁμοίως τινὰς καὶ ἄλλους ἀνομοίως κινεῖσθαι, καθάπερ ἐκεῖνα. τὴν οὖν διαφορὰν εἶναι κατὰ ταῦτα καὶ κατὰ τὸ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ τῶν πλανω-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
