# In Platonis Timaeum Commentaria 3.165.1

Proclus, In Platonis Timaeum Commentaria, 3.165.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.165.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.165.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40CD] 149 πόση τίς ἐστι καὶ ἡ περὶ τὴν ἕλικα κίνησις, ἐν τῷ πόσῳ δὲ χρόνῳ. πρὸς γοῦν τοῦτο βλέπουσι καὶ οἱ ταῖς ἀνελιττούσαις χρώμενοι καὶ οἱ τοῖς ἐπικύκλοις καὶ ἐκκέντροις διὰ τὰς ἀπλὰς κινήσεις, ἐξ ὧν τὴν ποικίλην ἀνευρίσκουσιν. 5 ἀλλὰ ταῦτα μὲν ἐπιστάσεως ἄξια, καὶ διὰ τοῦτο καὶ πλεονάκισ αὐτὰ τοῖς φιλοθεάμοσιν εἰς ἐπίσκεψιν προτείνω καὶ ἀνεγείρω ν αὐτοῖς καὶ τὰς περὶ τούτων ἀκριβεστέρας κατανοήσεις. τὰς δὲ συνάψεις νοητέον τὰς συνόδους αὐτῶν καὶ τοὺς σχηματισμούς, οὓς ποιοῦνται πρὸς ἀλλήλους, 10 εἴτε τριγωνικῶς εἴτε τετραγωνικῶς εἴτε ἐξαγωνικῶς εἴτε διαμετρικῶς· αὐτὸς γὰρ τὴν σύνοδον μόνην καὶ τὴν κατ' ἀντικρὺ στάσιν παραλαβὼν ἐν τούτοις ὡς ἐν ἄκροις περιέχει τὰ λοιπὰ πάντα σχήματα. τὰς δὲ ἑπιπροσθήσεις· παθ' ἂς ἡμῖν τε καὶ ἀλλήλοις ἐπιπροσθούσιν· ὁδε γὰρ μετὰ τόνδε 15 τεταγμένος ἐπιπροσθεν γίνεται τῷ μετ' αὐτὸν καὶ ἡμῖν δὲ ἐπιπροσθοῦσιν ὑποτρέχοντες ἀλλήλους. τὰς δὲ ἑκατὰ χρόνου αὐτῶν κατακλύψεις καὶ πάλιν ἐκφάνσεις· οἰητέον τὰς κρύψεις τὰς ὑπὸ τὸν ἥλιον καὶ τὰς φάσεις, ἃς ἀμφοτέρας μεγάλων τινῶν εἶναι ποιητικὰς καὶ σημαντικὰς λέγουσιν οἱ 20 ταῦτα δεῖνοι. τὸ δ' οὖν ταῦτα πάντα λέγειν χωρὶς τούτων, λέγει δὲ τούτων τῶν διόψεως μιμημάτων, ἃ δή ἐστιν ὀργανικά, μάταιός ἐστι πόνος.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
