# In Platonis Timaeum Commentaria 3.166.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.166.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.166.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.166.1-2

αἱ προσχωρήσεις αἱ ἀφ’ ἑαυτῶν ἐπὶ νοῦν καὶ ἀπὸ νοῦ πάλιν εἰς αὐτὰς ἐπιστροφαί· ποιοῦσι γὰρ ἀμφότερα τὸν ἀεὶ χρόνον, καὶ ἀφ’ ἑαυτῶν γινώσκουσι τὸν νοῦν καὶ ἀπὸ τοῦ νοῦ ἑαυτάς. συνάψεις δὲ καὶ ‘διάμετροι στάσεις’ αἱ τε ἐνώσεις αἱ πρὸς τὸ νοητὸν ἀλλήλων, συναπτομένων κατὰ τὸ νοητὸν ἀλλήλαις, καὶ αἱ πρόοδοι αὐτῶν· ὅταν μὲν γὰρ τὸ ἑαυτῶν ἕν τῷ ἑνὶ τοῦ νοῦ συνάπτωσι, σύνοδος ἀμφοῖν· καὶ γὰρ ἐν ταῖς συνόδοις ταύταις δεῖ τὰ κέντρα γενέσθαι τῶν συν-ιόντων ἐπὶ μιᾶς εὐθείας· προιοῦσαι δὲ ἐκεῖθεν εἰς πρόνοιαν τῶν δευτέρων εἰς τὸ κατ’ ἀντικρῦ χωροῦσι τῆς ἐνώσεως ταύ-της. ἐπειδή δὲ ἀεὶ ὡσαύτως ἔχουσι καὶ μένουσιν ἅμα καὶ προΐασιν, καὶ συνέχονται καὶ διάμετροί εἰσιν. αἱ δὲ ‘ἐπι-προσθήσεις ἀλλήλοις τε καὶ ἡμῖν’ αἱ μεσότητες εἰσιν αἱ μεταξὺ τῶν τε θείων ψυχῶν καὶ ἡμῶν· οὐ γὰρ πᾶσαι πᾶ-σαις ἀμέσως ἥκουνται, ἀλλὰ διὰ μέσων ἄλλαι ἄλλων πλειό-νων ἢ ἐλαττόνων. αἱ δὲ ‘κατακαλύψεις καὶ ἐκφάνσεις αἱ κατὰ χρόνους’ αἱ τε ἀποκαταστάσεις καὶ αἱ ἀρχαὶ τῶν περι-όδων· κατὰ γὰρ ταύτας μάλιστα τρέπουσι τὰ ἐν τῷ κόσμῳ καὶ μεταβάλλουσιν, ἀθρόας ἐπάγουσαι φθορὰς καὶ μεγάλας μεταβολάς, ὡς φησιν αὐτὸς ἐν τῷ Πολιτικῷ [270Bs]. τὸ δ’ οὖν ταῦτα πάντα λέγειν ἄνευ διόψεως τῶν μιμη-μάτων τούτων τῶν περὶ τὸν οὐρανὸν θεωρουμένων μά-ταιος ἂν εἴη πόνος· δεῖ γὰρ ἀπὸ τῶν φαινομένων εἰς ἀνάμνησιν τῶν ἀφανῶν ἀναδραμεῖν· ὡς γὰρ ἀπὸ τῶν τῆδε ὀργάνων καὶ τῶν σκιῶν εἰς ἀρχὴν καθιστάμεθα τῆς τῶν οὐρανίων κατανοήσεως, οὕτω δὴ καὶ ἀπ’ ἐκείνων ἀνεμιμη-σκόμεθα τῶν ἀφανῶν περιπολήσεων· μέσος γὰρ ἐστὶν ὁ οὐ-ρανὸς τῶν τε γεννητῶν καὶ τῶν νοητῶν. ἐπειδή δὲ τὰ σχήματα καὶ τὰς κινήσεις τῶν οὐρανίων φόβους εἶπε καὶ σημεῖα τῶν γιγνομένων παρέχειν τοῖς δυναμένοις λογίζεσθαι, τοσοῦτον ἴστέον, ὅτι οὐ μόνον ἐκεῖνα ση-μαίνειν οἰκτέον, ἀλλὰ σημεῖα γεγονότων ὄντα σημαντικά τινων. διὸ καὶ αὐτὸς τῶν σημαντικῶν ἑαυτοῖς ἐνεργειῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
