# In Platonis Timaeum Commentaria 3.170.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.170.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.170.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.170.1-2

μὲν τὴν λογικὴν ἡμῶν ψυχὴν τοῦ ζῴου δαίμονα λέγων [90A], ὅπου δὲ τοὺς γενεσιουργοὺς θεοὺς δαίμονας ἀπο-καλῶν ὡςπερ ἐν τούτοις. τί δήποτε οὖν, φαίης ἂν (τοῦτο γὰρ πρῶτον διαλυτέον) τῶν κατ’ οὐσίαν ὄντων δαιμόνων οὐ πεποιήται μνήμην; ἢ διότι καὶ τοῦτο εἶχεν ὑπὸ τοῦ Σω-κράτους τῇ προτεραίᾳ [X 617E 615E] τοῖς αὐτοῖς ἀκροαταῖς ἐμπεφανισμένον, ἐν οἷς ἔλεγεν ἐκεῖνος περὶ τῶν τοῖς βίοις τῶν ψυχῶν ἐφεστῶτων καὶ τῶν ἐν Ἀἰδου κολα-ζόντων τοὺς ἁμαρτόντας. ὡς οὖν δήλων ὄντων ἤδη τούτων παρῆκε τὴν μνήμην, ἐκ δὲ ὧν εἶπε κἀκείνων εἰς ὑπόνοιαν ἤγαγε τῶν ὑπ’ αὐτοῦ δαιμόνων ὑμνημένων. οὕτω δὲ καὶ τὰς τῶν ὀκτὼ σφαιρῶν αὐτῶν ψυχώσεις ἰδίας καὶ τὴν τοῦ ἀπλανοῦς κύκλου παντὸς ὡς ἑνὸς καὶ τῶν ὑπ’ αὐτοῦ περι-εχομένων ἄστρων καὶ τοῦ πλανωμένου παντὸς ὡς ἑνὸς καὶ τῶν πλανωμένων ἀφήκεν ὡς ὑπὸ τοῦ Σωκράτους προπαρα-δοθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει τὸν εἰκότα λόγον. ἐπανελ-θόντες δὲ εἰς τὴν προρρηθεῖσαν ζήτησιν λέγωμεν περὶ τῶν γενεσιουργῶν θεῶν τούτων, ὑπὲρ ὧν ὁ λόγος, τί δήποτε δαίμονας ἐν τούτοις ἄρα τοῖς ὀήμασι προσωνόμασεν. ὁ μὲν οὖν Θεόδωρος ἄλλον τρόπον ταῦτα μεταχειριζόμενος δαί-μονας μὲν ὡς ἐν σχέσει, θεοὺς δὲ αὐτοὺς ὡς ἀσχέτους κα-λεῖσθαι φησιν, ὡς ἐν τοῖς ὑπὸ σελήνην τάττων αὐτοὺς μέρεσι τοῦ παντὸς κόσμου ἄλλους ἄλλως ψυχῶσαντας τὸ πᾶν. ὁ δὲ ἡμέτερος καθηγεμὼν πρῶτον ἥξιον δαίμονας αὐτοὺς ἀκοῦειν ὡς πρὸς θεοὺς τοὺς οὐρανίους· ἐκείνων γὰρ ἐξήρτηνται καὶ μετ’ ἐκείνων προνοοῦσι τῶν οἰκείων κλη-ρῶν. καὶ ἔστιν ἡ διάταξις αὕτη Πλατωνική· καὶ γὰρ ἐν Συμποσίῳ [202E 203BC] δαίμονα τὸν Ἔρωτα προσεί-ρηκεν ὡς ὀπαδὸν τῆς Ἀφροδίτης καὶ ὡς ἀπὸ τοῦ Πόρου θεοῦ ὡς ἀληθῶς ὄντος προεληλυθότα, καίτοι γε ἐν Φαῖ-δρῳ [242D] θεὸν αὐτὸν εἶναι τιθέμενος ὡς πρὸς τὴν ἀναγομένην ὑπ’ αὐτοῦ ζωήν. ἔπειτα κατ’ ἄλλην ἐπιβολὴν εἶναι μὲν καὶ ἐν τοῖς οὐρανίοις δαίμονας καὶ ἐν τοῖς ὑπὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
