# In Platonis Timaeum Commentaria 3.171.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.171.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.171.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.171.1-2

σελήνην θεούς, ἀλλ’ ἐκεῖ μὲν τὸ γένος ἅπαν καλεῖσθαι θεούς, διὸ καὶ τὴν ἰδέαν τῶν οὐρανίων θεῶν ἐκάλει 39E γένος, καίτοι καὶ δαιμόνων κατ’ ἐκείνην παραγομένων, ἐνταῦθα δὲ πᾶν τὸ πλήθος δαίμονας, ἐκεῖ μὲν τῆς θείας, ἐνταῦθα δὲ τῆς δαιμονίας κρατούσης ἰδιότητος, εἰς ἣν τινες καὶ μόνην ἀποβλέψαντες διεῖλον τὸ τε θεῖον καὶ τὸ δαιμόνιον κατὰ τε τὸν οὐρανὸν καὶ τὴν γένεσιν, δέον ἐν ἀμφοῖν μὲν ἅμφω τάττειν, ἀλλ’ ἐκεῖ μὲν πλεονάζειν τὸ θεῖον, ἐνταῦθα δὲ τὸ δαιμόνιον, εἶναι δὲ πάνταῦθα τὸ θεῖον· εἰ γὰρ ὅλος ὁ κόσμος θεὸς εὐδαίμων ἐστὶν 34B, οὐδὲν ἔστι τῶν συμπληρούντων αὐτὸν μορίων ἄθεον καὶ ἄπρονόητον. εἰ δὲ καὶ θεοῦ πάντα μετέχει καὶ προνοίας, θείαν ἔλαχε φύσιν. εἰ δὲ τοῦτο, καὶ οἰκεῖαι τάξεις θεῶν ἐφεστήκασιν αὐτοῖς· εἰ γὰρ καὶ ὁ οὐρανὸς διὰ μέσων ψυχῶν καὶ νόων μετέχει τῆς μιᾶς ψυχῆς καὶ τοῦ ἑνὸς νοῦ, τί χρὴ περὶ τούτων οἴεσθαι τῶν στοιχείων; πῶς οὐ πολλῷ μᾶλλον ταῦτα διὰ δή τινων μέσων θείων τάξεων μετείληχε τῆς μιᾶς τοῦ κόσμου θεότητος; ἔτι δὲ κάκεινο ἄτοπον, τὸ τὴν μὲν τελεστικὴν καὶ χρηστήρια καὶ ἀγάλματα θεῶν ἵδρυσθαι ἐπὶ γῆς καὶ διὰ τινων συμβόλων ἐπιτήδεια ποιεῖν τὰ ἐκ μερικῆς ὕλης γεγόμενα καὶ φθαρτῆς εἰς τὸ μετέχειν θεοῦ καὶ κινεῖσθαι παρ’ αὐτοῦ καὶ προλέγειν τὸ μέλλον, τὸν δὲ τῶν ὅλων δημιουργὸν μὴ ἐπίστησαι τοῖς ὅλοις στοιχείοις ἀφθάρτοις οὖσι τοῦ κόσμου πληρώμασι ψυχὰς θείας καὶ νόας καὶ θεούς· πότερον γὰρ οὐ βούλεται; καὶ πῶς οὐ βούλεται, πάντα ἑαυτῷ παραπλήσια ποιῆσαι βουλόμενος; ἀλλ’ ἀδυνατεῖ; καὶ τί τὸ ἐμποδίζον; δρῶμεν γὰρ τοῦτο δυνατόν ἐκ τῶν τῆς τελεστικῆς ἔργων. εἰ δὲ καὶ βούλεται καὶ δύναται, δῆλον ὅτι καὶ ὑπέστησε θεοὺς τῆς γενέσεως ἐφόρους λήξεις τε κεκληρωμένας. ἐπειδή δὲ πανταχοῦ τὸ τῶν δαιμόνων γένος ὀπαδὸν ἐστι τῶν θεῶν, εἰσὶ καὶ γενεσιουργοὶ δαίμονες, οἱ μὲν ὅλων στοιχείων ἐπάρχοντες, οἱ δὲ κλιμάτων φύλακες, οἱ δὲ ἔθνῶν ἄρχοντες, οἱ δὲ πόλεων, οἱ δὲ τινων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
