# In Platonis Timaeum Commentaria 3.172.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.172.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.172.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.172.1-2

γενῶν, οἱ δὲ καὶ τῶν καθ’ ἕκαστα ἔφοροι· κάτεισι γὰρ ἡ φρονυρὰ τῶν δαιμόνων εἰς τὸν ἔσχατον μερισμόν. τοῦτο μὲν οὖν ἕν πρόβλημα περὶ ὧν μέλλει λέγειν ἐξητῆσθω. δεύτερον δὲ ἕτερον. μετὰ τὸ περὶ τῆς ὑπάρξεως σχῆμα τὸ περὶ τῆς τάξεως αὐτῶν· ἔστωσαν γὰρ θεοὶ καὶ καλεῖσθωσαν δαίμονες διὰ τῆς εἰρημένης ἡμῖν αἰτίας. ποῦ δὴ αὐτοὺς τάξομεν; ἄρα ὡς προεἴπομεν ὑπὸ σελήνην ἢ πρὸ τῶν θεῶν; τοῦτο γὰρ ἂν δόξεις διὰ δύο ταῦτα· ἕν μέν, ὅτι ἐνδείκνυται ὡς ἐπὶ μείζονα τάξιν ἄνιῶν εἰπὼν μείζον ἢ καθ’ ἡμᾶς εἶναι τὸ περὶ αὐτῶν εἰπεῖν, ἤδη περὶ τῶν οὐρανίων διαλεχθεὶς· ἕτερον δέ, ὅτοις τὰς θεογονίας παραδιδόσιν ἐπόμενος διαθήσειν τὸν λόγον φησίν. ἐκεῖνοι δὲ πρὸ τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ ταύτας τὰς γενέσεις παρέδωσαν, τῶν ἐξ οὐρανοῦ προελθόντων λέγω καὶ γῆς. ἡμεῖς δὲ ὅτι μὲν μετὰ τοὺς οὐρανίους αὐτοὺς παράγει καὶ διὰ τοῦτο ἐξ οὐρανοῦ καὶ γῆς, περὶ ὧν προεἶπεν ἤδη (καὶ γὰρ τὴν γῆν διὰ τοῦτο πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν εἶπεν [40C], ἀπὸ τε ταύτης καὶ τοῦ οὐρανοῦ μέλλων τοὺς ἄλλους παράγειν τοὺς ἐντὸς οὐρανοῦ) τοῦτο δ’ οὖν δείξομεν ἀπὸ τοῦ δημιουργοῦ πρὸς τε τούτους καὶ τοὺς ἄλλους πάντας ὡς ὑπ’ αὐτοῦ παραχθέντας εἶδω τοῦ παντὸς ποιεῖσθαι τοὺς λόγους. δι’ ἣν δὲ αἰτίαν ἔπεσθαι ταῖς θεογονίαις ἔρει καὶ διὰ τί παρελθεῖν προεῖπε τὸ περὶ τούτων λέγειν, ἀνοίσομεν εἰς τὸ μηδὲν ἔχειν ἀπὸ τῶν φαινομένων ἐναργὲς τῆς τούτων ὑποστάσεως γνώρισμα, καθάπερ ἐπὶ τῶν οὐρανίων τὴν τῶν περιόδων τάξιν, πρέπουσαν θεῶν ἐπιστάσεισι. μείζον οὖν φυσιολογίας ἐστὶ διαλέγεσθαι περὶ ὧν οὐ δίδωσιν ἡμῖν τὰ φυσικὰ πράγματα πίστιν ἀραρύαν, καὶ διὰ τοῦτο φησὶν ὡς φυσιολόγος ὑπὲρ αὐτὸν εἶναι τὸν περὶ τούτων λόγον. εἰ δὲ ἔπεσθαι μὲν φησι τοῖς ἐνθεάζουσιν, ἐκείνων δὲ περὶ θεῶν ὑπερουρανίων λεγόντων αὐτὸς τὴν ὁμοίαν θεογονίαν διατίθησι περὶ τῶν ὑπ’ οὐρανὸν λέγων, οὐ θαυμαστόν· οἶδε

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
