# In Platonis Timaeum Commentaria 3.173.1

Proclus, In Platonis Timaeum Commentaria, 3.173.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.173.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.173.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40D] γάρ, ὅτι πᾶσαι τάξεις θεῶν, ἀφ' ἧς ἂν ἀρξωνται διακοσμῆ- F σεως, χωροῦσι μέχρι τῶν ἐσχάτων, σειρὰς ἀφ' ἑαυτῶν γεννῶσαι πανταχοῦ τὰς ἀνὰ λόγον ἑαυταῖς· ὥστε κἂν ὑπὲρ τὸν κόσμον ὦσιν αἱ παρὰ τοῖς θεολόγοις ὑμνημέναι τῶν 5 θεῶν τούτων τάξεις, ἀλλ' εἰσὶ καὶ ἐν τῷδε τῷ παντὶ, καὶ ὡς οὕτως ὁ οὐρανὸς συγγενὴς πρὸς ἐκεῖνον καὶ ἥδε ἡ γῆ πρὸς τὴν ἐκεῖ γῆν, οὕτω καὶ αἱ ἀπὸ τούτων ὑποστάσαι τάξεις ταῖς ἀπ' ἐκείνων προελθοῦσαι. ἀπὸ δὲ τούτων κάκεινο ληπτέον, ὅτι καὶ κατ' αὐτὸν ὥσπερ κατὰ τοὺς ἄλλους 10 θεολόγους τὰ πρῶτα προϊόντα συμπαραγέγει τοὺς ἑαυτῶν αἰ- 288 τίους τὰ ἑφέξης· καὶ γὰρ οὗτοι οἱ θεοὶ προιόντες ἀπὸ τοῦ δημιουργοῦ καὶ ἀπὸ τῶν πρώτων ἀπ' αὐτοῦ προελθόντων γεννᾶσθαι λέγονται γῆς καὶ οὐρανοῦ. λέγει [41C] γοῦν ἐκεῖνος πρὸς πάντας, ὅτι τὰ θνητὰ δημιουργεῖν ὀφείλουσι 15 μιμούμενοι τὴν ἑαυτοῦ δύναμιν περὶ τὴν αὐτῶν γένεσιν. πάντες ἄρα προῆλθον ἀφ' ἑνός, εἰ καὶ οἱ δεύτεροι καὶ ἀπὸ τῶν πρὸ αὐτῶν. τούτῳ δὴ ἕπεται μὴ πᾶν τὸ ὑπὸ τῶν νέων θεῶν παραγόμενον εἶναι θνητόν, εἴπερ καὶ τούτων τινὲς ἄλλοι προῆλθον ἀπ' ἄλλων, ἀλλὰ τὸ ἔμπάλιν εἶναι μό- 20 νον ἀληθές, πᾶν τὸ θνητὸν ὑπὸ τῶν νέων παραγέσθαι θεῶν. τούτῳ δὲ πάλιν ἀκόλουθον τὸ καὶ τοὺς νέους θεοὺς παράγειν τὰ μὲν κατὰ τὰς ἀκινήτους ἑαυτῶν ὑπάρξεις, τὰ δὲ κατὰ τὰς κινουμένας· οὐ γὰρ ἂν ἀθανάτων ἦσαν αἴτιοι κατὰ τὰς κινουμένας μόνας πάντα παράγοντες, εἴπερ ἀλη- 25 θές, ὅτι πᾶν τὸ ἀπὸ κινουμένης ὑποστάν αἰτίας μεταβολὴν ἔχει κατ' οὐσίαν. ἐκ δὲ ταύτης τῆς ἐπιβολῆς κάκεινην λύσωμεν τὴν ζήτησιν· εἴπερ γὰρ εἰσὶν ἄλογοι δαίμονες, ὡς B οἱ θεουργοὶ λέγουσι, πόθεν ὑπέστησαν; εἰ μὲν γὰρ ἀπὸ τῶν νέων θεῶν, ζητητέον, πῶς εἰσὶν ἀθάνατοι (θνητῶν γὰρ 30 οὗτοι πατέρες), εἰ δὲ ἀπὸ τοῦ δημιουργοῦ, πῶς ἄλογοι (μετὰ νοῦ γὰρ ἐκεῖνος πάντως ἐστὶ πατήρ). λύσις οὖν ταύτης τῆς ζητήσεως, ὅτι καὶ ἀπὸ τῶν νέων ὑφίστανται θεῶν καὶ οὐ διὰ τοῦτο θνητοί, ὅπου γε καὶ νέους ἄλλους γεννῶσιν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
