# In Platonis Timaeum Commentaria 3.173.2

Proclus, In Platonis Timaeum Commentaria, 3.173.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.173.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.173.2

15 αὐτῶν ll. 16 εἰ δὲ καὶ **Q** 17 πρὸ αὐτῶν — τῶν ἄλλοι, τάχα καὶ τῶν γεννωμένων διὰ τοῦτο δαιμόνων κληθέντων, ἵν’ ἔχωμεν, ὅτι καὶ οἱ ὡς ἀληθῶς δαίμονες ἀπὸ τῶν αὐτῶν ὑπέστησαν. ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ προῆλθον· πάντων γὰρ τῶν ἀθανάτων ἐκεῖνος αἴτιος, ὡς αὐτὸς φησιν ὁ Τίμαιος [41C]. εἰ δὲ νοῦ πᾶσι μεταδίδωσιν ὁ εἷς δημιουργός, ἔστι τι καὶ ἐν ἐκείνοις ἴχνος τῆς νοερᾶς ιδιότητος ἔσχατον, καθόσον εἰσὶν εὐφάνταστοι (τοῦτο γὰρ ἔστιν ἀπήχημα τοῦ νοῦ τελευταῖον, καὶ νοῦς διὰ τοῦτο παθητικὸς ἢ φαντασία λέγεται καὶ ὑπ’ ἄλλων οὐ κακῶς λεγόντων), ὥστε καὶ <οἱ> ἠμιθνήται τῶν ἰδίως καλουμένων δαιμόνων. ἀλλὰ καὶ πρὸς τὴν περὶ τῶν ἐν αὐτοῖς ἔσχατων γενῶν ζήτησιν τῆς λύσεως αὐτὸς ἡμῖν προκατέσπειρε τὰς ἀρχάς· εἰ γὰρ τι δαιμόνιον ἔστι γένος λόγῳ χρῶμενον, τοῦτο δῆλον ὅπως ἐπὶ τὸν ἕνα δημιουργὸν ἀνοίσομεν, εἴτε ὡς ἀπ’ αὐτοῦ παραχθὲν εἴτε ὡς διὰ μέσων τῶν ἀπ’ αὐτοῦ παρηγμένων θεῶν, τὸ μὲν οὐράνιον τῶν οὐρανίων, τὸ δὲ ὑπουράνιον παρὰ τῶν ὑπουρανίων θεῶν, ἐπεὶ καὶ αὐτῶν τῶν ὑπουρανίων ἄλλοι πατέρες εἰσὶν ἄλλων, ὡς αὐτὸς διδάσκει ταῖς θεογονίαις ἐπόμενος. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ δαίμονας γεννῶσιν τοὺς ἑαυτοῖς καὶ οὗτοι συστοίχους, οὐκ ἀλόγους μόνον, ἀλλὰ καὶ λογικούς, θεῶν ὄντες γεννηταί, καθάπερ καὶ οἱ οὐράνιοι τῶν οὐρανίων δαιμόνων· ὥστε καὶ τὸ περὶ τῶν δαιμόνων σκῆμα δῆλην ἔχειν ἐκ τούτων τὴν δίαιταν ἐπομένως ταῖς Πλατωνικαῖς ὑφηγήσεσιν· ἐξ ὧν γὰρ εἶπε περὶ τῶν γενεσιουργῶν θεῶν ἐναργῶς γέγονε, τί ἂν ἀπεκρίνατο περὶ τῆς τῶν δαιμόνων ὡς ἀληθῶς γενέσεως ἐρωτηθείς· ὅλως γὰρ τὸ κατὰ τὴν σχέσιν γένος τῶν δαιμόνων εἰδὼς πολλῷ δήπου πρότερον τοὺς καθ’ ὑπαρξιν ἂν εἴδει δαίμονας τόδε τὸ πᾶν συμπληροῦντας. πῶς δὲ οὐχὶ συγχωρήσει τὸ κατὰ σχέσιν εἶναι <τὸ> τῶν δαιμόνων γένος αὐτὸς λέγων [90A] τὴν ἡμετέραν ψυχὴν ὑπὸ τῶν τὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
