# In Platonis Timaeum Commentaria 3.178.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.178.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.178.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.178.1-2

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ Ὁ περὶ τῶν ὑπὸ σελήνην θεῶν λόγος συνεχῆς ἐστὶ τῇ θεωρίᾳ τῶν οὐρανίων θεῶν καὶ τῷ ἐκείνης ἐξηρηθῆσθαι τὸ τέλειον ἔχει καὶ τὸ ἐπιστημονικόν, ἐπειδή καὶ αὐτὸς ὁ γενεσιουργὸς τῶν θεῶν χορὸς συνέπεται τοῖς ἐν οὐρανῷ θεοῖς καὶ κατὰ μίμησιν τοῦ οὐρανίου κύκλου συνελίσσει καὶ τὰ ἐν τῇ γενέσει κύκλῳ· κατὰ γὰρ τὴν ἀδιαίρετον καὶ ἡνωμένην πρόοδον ἑπεταὶ τὰ δεύτερα τοῖς πρὸ αὐτῶν. διότι δὴ οὖν συνεχῶς ὑπέστησαν οἱ τὴν γένεσιν διακυβερνῶντες ἀπὸ τῶν οὐρανίων, διὰ δὴ τοῦτο καὶ ἐπιστρέφονται πρὸς αὐτοὺς κατὰ μίαν καὶ ἀδιάζευκτον ἕνωσιν, ὥσπερ δὴ καὶ ἐκεῖνοι πρὸς τοὺς ὑπερουρανίους, ἀφ’ ὧν προσεχῶς ἀπε-γεννήθησαν, οἱ δὲ πρὸς τοὺς νοερούς, ὑφ’ ὧν διεκοσμή-θησαν, οἱ δὲ αὖ νοεροὶ πρὸς τοὺς νοητούς, ἀφ’ ὧν ἐξε-φάνησαν ἀρρήτως καὶ ἀφθέγκτως τὰ πάντα καὶ κρυφίως περιεχόντων. αὐτῆς γοῦν πάσης τῆς χρυσῆς ὄντως σειρᾶς ἀκρότης μὲν ἐστὶ τὸ τῶν νοητῶν θεῶν γένος, πέρας δὲ τὸ τῶν ὑπὸ σελήνην τῶν τὴν γένεσιν ἀγενήτως καὶ τὴν φύσιν ὑπερφυσῶς ἐπιτροπευόντων, ὃ δὴ καὶ νῦν ὁ δημιουργικὸς ὑφίστησι νοῦς, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ τῆς τῶν θεῶν ἡγεμονίας διατεινούσης ἄχρι τῶν ἐσχάτων· περὶ οὗ καὶ ἡμῖν προκείσθω λέγειν, καὶ πρῶτον, ὅτι πάντες μὲν οἱ νῦν ὑφιστά-μενοι θεοὶ τὸ γεννητικὸν καὶ τὸ τελεσιουργὸν ἀποσώζουσι τοῦ γεννήσαντος τὸ τε δημιουργικὸν καὶ τὸ σταθερὸν τῆς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
